[28] Ἔχει γὰρ οὕτως. ἐμοὶ δοκοῦσιν ἅπαντες μὲν
ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν
ἄλλων, οὐκ εἰδέναι δὲ τὰς πράξεις τὰς ἐπὶ ταῦτα
φερούσας, ἀλλὰ ταῖς δόξαις διαφέρειν ἀλλήλων· οἱ μὲν
γὰρ ἔχειν ἐπιεικεῖς καὶ στοχάζεσθαι τοῦ δέοντος δυνα-
μένας, οἱ δ’ ὡς οἷόν τε πλεῖστον τοῦ συμφέροντος διαμαρ-
τανούσας. [29] ὅπερ καὶ τῇ πόλει συμβέβηκεν. ἡμεῖς
γὰρ οἰόμεθα μέν, ἢν τὴν θάλατταν πλέωμεν πολλαῖς
τριήρεσι καὶ βιαζώμεθα τὰς πόλεις συντάξεις διδόναι
καὶ συνέδρους ἐνθάδε πέμπειν, διαπράξεσθαί τι τῶν
δεόντων· πλεῖστον δὲ διεψεύσμεθα τῆς ἀληθείας. ὧν
μὲν γὰρ ἠλπίζομεν, οὐδὲν ἀποβέβηκεν, ἔχθραι δ’ ἡμῖν
ἐξ αὐτῶν καὶ πόλεμοι καὶ δαπάναι μεγάλαι γεγόνασιν,
εἰκότως· [30] καὶ γὰρ τὸ πρότερον ἐκ μὲν τῆς τοιαύτης
πολυπραγμοσύνης εἰς τοὺς ἐσχάτους κινδύνους κατέστη-
μεν, ἐκ δὲ τοῦ δικαίαν τὴν πόλιν παρέχειν καὶ βοηθεῖν
τοῖς ἀδικουμένοις καὶ μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν παρ’
ἑκόντων τῶν Ἑλλήνων τὴν ἡγεμονίαν ἐλάβομεν· ὧν νῦν
ἀλογίστως καὶ λίαν εἰκῇ πολὺν ἤδη χρόνον καταφρονοῦμεν.
[31] εἰς τοῦτο γάρ τινες ἀνοίας ἐληλύθασιν, ὥσθ’ ὑπει-
λήφασι τὴν μὲν ἀδικίαν ἐπονείδιστον μὲν εἶναι, κερδαλέαν
δὲ καὶ πρὸς τὸν βίον τὸν καθ’ ἡμέραν συμφέρουσαν, τὴν
δὲ δικαιοσύνην εὐδόκιμον μέν, ἀλυσιτελῆ δὲ καὶ μᾶλλον
δυναμένην τοὺς ἄλλους ὠφελεῖν ἢ τοὺς ἔχοντας αὐτήν,
[32] κακῶς εἰδότες ὡς οὔτε πρὸς χρηματισμὸν οὔτε πρὸς
δόξαν οὔτε πρὸς ἃ δεῖ πράττειν οὔθ’ ὅλως πρὸς εὐδαι-
μονίαν οὐδὲν ἂν συμβάλοιτο τηλικαύτην δύναμιν ὅσην
περ ἀρετὴ καὶ τὰ μέρη ταύτης. τοῖς γὰρ ἀγαθοῖς οἷς
ἔχομεν ἐν τῇ ψυχῇ, τούτοις κτώμεθα καὶ τὰς ἄλλας
ὠφελείας, ὧν δεόμενοι τυγχάνομεν· ὥσθ’ οἱ τῆς αὑτῶν
διανοίας ἀμελοῦντες λελήθασι σφᾶς αὐτοὺς ἅμα τοῦ τε
φρονεῖν ἄμεινον καὶ τοῦ πράττειν βέλτιον ὀλιγωροῦντες.

    [33] Θαυμάζω δ’ εἴ τις οἴεται τοὺς τὴν εὐσέβειαν καὶ
τὴν δικαιοσύνην ἀσκοῦντας καρτερεῖν καὶ μένειν ἐν
τούτοις ἐλπίζοντας ἔλαττον ἕξειν τῶν πονηρῶν, ἀλλ’ οὐχ
ἡγουμένους καὶ παρὰ θεοῖς καὶ παρ’ ἀνθρώποις πλέον
οἴσεσθαι τῶν ἄλλων. ἐγὼ μὲν γὰρ πέπεισμαι τούτους
μόνους ὧν δεῖ πλεονεκτεῖν, τοὺς δ’ ἄλλους ὧν οὐ βέλτιόν
ἐστιν. [34] ὁρῶ γὰρ τοὺς μὲν τὴν ἀδικίαν προτιμῶντας
καὶ τὸ λαβεῖν τι τῶν ἀλλοτρίων μέγιστον ἀγαθὸν νομίζον-
τας ὅμοια πάσχοντας τοῖς δελεαζομένοις τῶν ζῴων, καὶ
κατ’ ἀρχὰς μὲν ἀπολαύοντας ὧν ἂν λάβωσιν, ὀλίγῳ δ’ ὕστε-
ρον ἐν τοῖς μεγίστοις κακοῖς ὄντας, τοὺς δὲ μετ’ εὐσεβείας
καὶ δικαιοσύνης ζῶντας ἔν τε τοῖς παροῦσιν χρόνοις ἀσφα-
λῶς διάγοντας καὶ περὶ τοῦ σύμπαντος αἰῶνος ἡδίους
τὰς ἐλπίδας ἔχοντας.

    [35] Καὶ ταῦτ’ εἰ μὴ κατὰ πάντων οὕτως εἴθισται
συμβαίνειν, ἀλλὰ τό γ’ ὡς ἐπὶ τὸ πολὺ τοῦτον
γίγνεται τὸν τρόπον. χρὴ δὲ τοὺς εὖ φρονοῦντας,
ἐπειδὴ τὸ μέλλον ἀεὶ συνοίσειν οὐ καθορῶμεν, τὸ
πολλάκις ὠφελοῦν, τοῦτο φαίνεσθαι προαιρουμένους. πάν-
των δ’ ἀλογώτατον πεπόνθασιν ὅσοι κάλλιον μὲν ἐπιτή-
δευμα νομίζουσιν εἶναι καὶ θεοφιλέστερον τὴν δικαιοσύνην
τῆς ἀδικίας, χεῖρον δ’ οἴονται βιώσεσθαι τοὺς ταύτῃ
χρωμένους τῶν τὴν πονηρίαν προῃρημένων.

    [36] Ἠβουλόμην δ’ ἄν, ὥσπερ πρόχειρόν ἐστιν ἐπαι-
νεῖσθαι τὴν ἀρετήν, οὕτω ῥᾴδιον εἶναι πεῖσαι τοὺς
ἀκούοντας ἀσκεῖν αὐτήν· νῦν δὲ δέδοικα μὴ μάτην τὰ
τοιαῦτα λέγωμεν. διεφθάρμεθα γὰρ πολὺν ἤδη χρόνον
ὑπ’ ἀνθρώπων οὐδὲν ἀλλ’ ἢ φενακίζειν δυναμένων, οἳ
τοσοῦτον τοῦ πλήθους καταπεφρονήκασιν ὥσθ’, ὁπόταν
βουληθῶσιν πόλεμον πρός τινας ἐξενεγκεῖν, αὐτοὶ χρήματα
λαμβάνοντες λέγειν τολμῶσιν ὡς χρὴ τοὺς προγόνους
μιμεῖσθαι, καὶ μὴ περιορᾶν ἡμᾶς αὐτοὺς καταγελωμένους,
μηδὲ τὴν θάλατταν πλέοντας τοὺς μὴ τὰς συντάξεις
ἐθέλοντας ἡμῖν ὑποτελεῖν. [37] ἡδέως ἂν οὖν αὐτῶν
πυθοίμην, τίσιν ἡμᾶς τῶν προγεγενημένων κελεύουσιν
ὁμοίους γίγνεσθαι, πότερα τοῖς περὶ τὰ Περσικὰ γενο-
μένοις, ἢ τοῖς πρὸ τοῦ πολέμου τοῦ Δεκελεικοῦ τὴν
πόλιν διοικήσασιν; εἰ μὲν γὰρ τούτοις, οὐδὲν ἀλλ’ ἢ
συμβουλεύουσιν ἡμῖν πάλιν περὶ ἀνδραποδισμοῦ κινδυ-
νεύειν· [38] εἰ δὲ τοῖς ἐν Μαραθῶνι τοὺς βαρβάρους
νικήσασιν καὶ τοῖς πρὸ τούτων γενομένοις, πῶς οὐ
πάντων ἀναισχυντότατοι τυγχάνουσιν ὄντες, εἰ τοὺς
τότε πολιτευομένους ἐπαινοῦντες τἀναντία πράττειν
ἐκείνοις πείθουσιν ἡμᾶς, καὶ τοιαῦτ’ ἐξαμαρτάνειν περὶ
ὧν ἀπορῶ τί ποιήσω, πότερα χρήσωμαι ταῖς ἀληθείαις
ὥσπερ περὶ τῶν ἄλλων, ἢ κατασιωπήσω δείσας τὴν πρὸς
ὑμᾶς ἀπέχθειαν; δοκεῖ μὲν γάρ μοι βέλτιον εἶναι δια-
λεχθῆναι περὶ αὐτῶν, ὁρῶ δ’ ὑμᾶς χαλεπώτερον διατιθε-
μένους πρὸς τοὺς ἐπιτιμῶντας ἢ πρὸς τοὺς αἰτίους
τῶν κακῶν γεγενημένους. [39] οὐ μὴν ἀλλ’ αἰσχυνθείην
ἄν, εἰ φανείην μᾶλλον φροντίζων τῆς ἐμαυτοῦ δόξης
ἢ τῆς κοινῆς σωτηρίας. ἐμὸν μὲν οὖν ἔργον ἐστί, καὶ
τῶν ἄλλων τῶν κηδομένων τῆς πόλεως, προαιρεῖσθαι
τῶν λόγων μὴ τοὺς ἡδίστους, ἀλλὰ τοὺς ὠφελιμωτάτους·
ὑμᾶς δὲ χρὴ πρῶτον μὲν τοῦτο γιγνώσκειν, ὅτι τῶν μὲν
περὶ τὸ σῶμα νοσημάτων πολλαὶ θεραπεῖαι καὶ παντο-
δαπαὶ τοῖς ἰατροῖς εὕρηνται, ταῖς δὲ ψυχαῖς ταῖς
ἀγνοούσαις καὶ γεμούσαις πονηρῶν ἐπιθυμιῶν οὐδέν ἐστιν
ἄλλο φάρμακον πλὴν λόγος ὁ τολμῶν τοῖς ἁμαρτανομένοις
ἐπιπλήττειν, [40] ἔπειθ’ ὅτι καταγέλαστόν ἐστιν τὰς
μὲν καύσεις καὶ τὰς τομὰς τῶν ἰατρῶν ὑπομένειν ἵνα
πλειόνων ἀλγηδόνων ἀπαλλαγῶμεν, τοὺς δὲ λόγους ἀποδο-
κιμάζειν πρὶν εἰδέναι σαφῶς εἰ τοιαύτην ἔχουσιν τὴν
δύναμιν ὥστ’ ὠφελῆσαι τοὺς ἀκούοντας.