[129] Καὶ μηδεὶς ὑπολάβῃ με δυσκόλως ἔχειν, ὅτι τραχύ-
τερον τούτων ἐμνήσθην, προειπὼν ὡς περὶ διαλλαγῶν
ποιήσομαι τοὺς λόγους· οὐ γὰρ ἵνα πρὸς τοὺς ἄλλους δια-
βάλω τὴν πόλιν τὴν Λακεδαιμονίων οὕτως εἴρηκα περὶ
αὐτῶν, ἀλλ’ ἵν’ αὐτοὺς ἐκείνους παύσω, καθ’ ὅσον ὁ λόγος
δύναται, τοιαύτην ἔχοντας τὴν γνώμην. [130] ἔστι δὲ
οὐχ οἷόν τ’ ἀποτρέπειν τῶν ἁμαρτημάτων, οὐδ’ ἑτέρων
πράξεων πείθειν ἐπιθυμεῖν, ἢν μή τις ἐρρωμένως ἐπιτι-
μήσῃ τοῖς παροῦσιν· χρὴ δὲ κατηγορεῖν μὲν ἡγεῖσθαι τοὺς
ἐπὶ βλάβῃ τοιαῦτα λέγοντας, νουθετεῖν δὲ τοὺς ἐπ’ ὠφε-
λείᾳ λοιδοροῦντας. τὸν γὰρ αὐτὸν λόγον οὐχ ὁμοίως ὑπο-
λαμβάνειν δεῖ, μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενον.
[131] ἐπεὶ καὶ τοῦτ’ ἔχομεν αὐτοῖς ἐπιτιμᾶν, ὅτι τῇ μὲν
αὑτῶν πόλει τοὺς ὁμόρους εἱλωτεύειν ἀναγκάζουσι, τῷ δὲ
κοινῷ τῷ τῶν συμμάχων οὐδὲν τοιοῦτον κατασκευάζουσιν,
ἐξὸν αὐτοῖς τὰ πρὸς ἡμᾶς διαλυσαμένοις ἅπαντας τοὺς
βαρβάρους περιοίκους ὅλης τῆς Ἑλλάδος καταστῆσαι.
[132] καίτοι χρὴ τοὺς φύσει καὶ μὴ διὰ τύχην μέγα φρο-
νοῦντας τοιούτοις ἔργοις ἐπιχειρεῖν πολὺ μᾶλλον ἢ τοὺς
νησιώτας δασμολογεῖν, οὓς ἄξιόν ἐστιν ἐλεεῖν, ὁρῶντας
τούτους μὲν διὰ σπανιότητα τῆς γῆς ὄρη γεωργεῖν ἀναγκα-
ζομένους, τοὺς δ’ ἠπειρώτας δι’ ἀφθονίαν τῆς χώρας τὴν
μὲν πλείστην αὐτῆς ἀργὸν περιορῶντας, ἐξ ἧς δὲ καρποῦν-
ται τοσοῦτον πλοῦτον κεκτημένους.