[43] Τῶν τοίνυν τὰς πανηγύρεις καταστησάντων
δικαίως ἐπαινουμένων ὅτι τοιοῦτον ἔθος ἡμῖν παρέδοσαν,
ὥστε σπεισαμένους πρὸς ἀλλήλους καὶ τὰς ἔχθρας τὰς ἐν-
εστηκυίας διαλυσαμένους συνελθεῖν εἰς ταὐτόν, καὶ μετὰ
ταῦτ’ εὐχὰς καὶ θυσίας κοινὰς ποιησαμένους ἀναμνησθῆναι
μὲν τῆς συγγενείας τῆς πρὸς ἀλλήλους ὑπαρχούσης, εὐμενε-
στέρως δ’ εἰς τὸν λοιπὸν χρόνον διατεθῆναι πρὸς ἡμᾶς αὐτούς,
καὶ τάς τε παλαιὰς ξενίας ἀνανεώσασθαι καὶ καινὰς ἑτέρας
ποιήσασθαι, [44] καὶ μήτε τοῖς ἰδιώταις μήτε τοῖς διενεγκοῦσι
τὴν φύσιν ἀργὸν εἶναι τὴν διατριβήν, ἀλλ’ ἀθροισθέντων τῶν
Ἑλλήνων ἐγγενέσθαι τοῖς μὲν ἐπιδείξασθαι τὰς αὑτῶν
εὐτυχίας, τοῖς δὲ θεάσασθαι τούτους πρὸς ἀλλήλους ἀγωνι-
ζομένους, καὶ μηδετέρους ἀθύμως διάγειν, ἀλλ’ ἑκατέρους
ἔχειν ἐφ’ οἷς φιλοτιμηθῶσιν, οἱ μὲν ὅταν ἴδωσι τοὺς ἀθλη-
τὰς αὑτῶν ἕνεκα πονοῦντας, οἱ δ’ ὅταν ἐνθυμηθῶσιν ὅτι
πάντες ἐπὶ τὴν σφετέραν θεωρίαν ἥκουσιν, —τοσούτων τοί-
νυν ἀγαθῶν διὰ τὰς συνόδους ἡμῖν γιγνομένων, οὐδ’ ἐν τού-
τοις ἡ πόλις ἡμῶν ἀπελείφθη. [45] καὶ γὰρ θεάματα
πλεῖστα καὶ κάλλιστα κέκτηται, τὰ μὲν ταῖς δαπάναις
ὑπερβάλλοντα, τὰ δὲ κατὰ τὰς τέχνας εὐδοκιμοῦντα, τὰ δ’
ἀμφοτέροις τούτοις διαφέροντα, καὶ τὸ πλῆθος τῶν εἰσαφικ-
νουμένων ὡς ἡμᾶς τοσοῦτόν ἐστιν ὥστ’ εἴ τι ἐν τῷ πλησιά-
ζειν ἀλλήλοις ἀγαθόν ἐστιν, καὶ τοῦθ’ ὑπ’ αὐτῆς περιει-
λῆφθαι. πρὸς δὲ τούτοις καὶ φιλίας εὑρεῖν πιστοτάτας καὶ
συνουσίαις ἐντυχεῖν παντοδαπωτάταις μάλιστα παρ’ ἡμῖν
ἔστιν, ἔτι δ’ ἀγῶνας ἰδεῖν, μὴ μόνον τάχους καὶ ῥώμης,
ἀλλὰ καὶ λόγων καὶ γνώμης καὶ τῶν ἄλλων ἔργων ἁπάντων,
καὶ τούτων ἆθλα μέγιστα. [46] πρὸς γὰρ οἷς αὐτὴ τίθησιν,
καὶ τοὺς ἄλλους διδόναι συναναπείθει· τὰ γὰρ ὑφ’ ἡμῶν
κριθέντα τοσαύτην λαμβάνει δόξαν ὥστε παρὰ πᾶσιν ἀνθρώ-
ποις ἀγαπᾶσθαι. χωρὶς δὲ τούτων αἱ μὲν ἄλλαι πανηγύρεις
διὰ πολλοῦ χρόνου συλλεγεῖσαι ταχέως διελύθησαν, ἡ δ’
ἡμετέρα πόλις ἅπαντα τὸν αἰῶνα τοῖς ἀφικνουμένοις
πανήγυρίς ἐστιν.