[9] Ἡγοῦμαι δ’ ὑμᾶς οὕτως ἂν ἀξίως ὀργισθῆναι τοῦ
πράγματος, εἰ διεξέλθοιτε πρὸς ὑμᾶς αὐτοὺς ὅσῳ μεῖζόν
ἐστι τοῦτο τῶν ἄλλων ἁμαρτημάτων. εὑρήσετε γὰρ τὰς
μὲν ἄλλας ἀδικίας μέρος τι τοῦ βίου βλαπτούσας, τὴν δ’
ὕβριν ὅλοις τοῖς πράγμασι λυμαινομένην, καὶ πολλοὺς μὲν
οἴκους δι’ αὐτὴν διαφθαρέντας, πολλὰς δὲ πόλεις ἀνα-
στάτους γεγενημένας. [10] καὶ τί δεῖ τὰς τῶν ἄλλων
συμφορὰς λέγοντα διατρίβειν; αὐτοὶ γὰρ ἡμεῖς δὶς ἤδη τὴν
δημοκρατίαν ἐπείδομεν καταλυθεῖσαν καὶ δὶς τῆς ἐλευ-
θερίας ἀπεστερήθημεν, οὐχ ὑπὸ τῶν ταῖς ἄλλαις πονηρίαις
ἐνόχων ὄντων, ἀλλὰ διὰ τοὺς καταφρονοῦντας τῶν νόμων
καὶ βουλομένους τοῖς μὲν πολεμίοις δουλεύειν, τοὺς δὲ
πολίτας ὑβρίζειν. [11] ὧν οὗτος εἷς ὢν τυγχάνει. καὶ
γὰρ εἰ τῶν τότε κατασταθέντων νεώτερός ἐστιν, ἀλλὰ τόν
γε τρόπον ἔχει τὸν ἐξ ἐκείνης τῆς πολιτείας. αὗται γὰρ αἱ
φύσεις εἰσὶν αἱ παραδοῦσαι μὲν τὴν δύναμιν τὴν ἡμετέραν
τοῖς πολεμίοις, κατασκάψασαι δὲ τὰ τείχη τῆς πατρίδος,
πεντακοσίους δὲ καὶ χιλίους ἀκρίτους ἀποκτείνασαι τῶν
πολιτῶν.

    [12] Ὧν εἰκὸς ὑμᾶς μεμνημένους τιμωρεῖσθαι μὴ μόνον
τοὺς τότε λυμηναμένους ἀλλὰ καὶ τοὺς νῦν βουλομένους
οὕτω διαθεῖναι τὴν πόλιν, καὶ τοσούτῳ μᾶλλον τοὺς ἐπι-
δόξους γενήσεσθαι πονηροὺς τῶν πρότερον ἡμαρτηκότων,
ὅσῳ περ κρεῖττόν ἐστι τῶν μελλόντων κακῶν ἀποτροπὴν
εὑρεῖν ἢ τῶν ἤδη γεγενημένων δίκην λαβεῖν. [13] καὶ μὴ
περιμείνηθ’ ἕως ἂν ἀθροισθέντες καὶ καιρὸν λαβόντες εἰς
ὅλην τὴν πόλιν ἐξαμάρτωσιν, ἀλλ’ ἐφ’ ἧς ἂν ὑμῖν προ-
φάσεως παραδοθῶσιν, ἐπὶ ταύτης αὐτοὺς τιμωρεῖσθε,
νομίζοντες εὕρημ’ ἔχειν ὅταν τινὰ λάβητ’ ἐν μικροῖς
πράγμασιν ἐπιδεδειγμένον ἅπασαν τὴν αὑτοῦ πονηρίαν.
[14] κράτιστον μὲν γὰρ ἦν, εἴ τι προσῆν ἄλλο σημεῖον τοῖς
πονηροῖς τῶν ἀνθρώπων, πρὶν ἀδικηθῆναί τινα τῶν πολι-
τῶν, πρότερον κολάζειν αὐτούς· ἐπειδὴ δ’ οὐχ οἷόν τ’ ἐστὶν
αἰσθέσθαι πρὶν κακῶς τινὰ παθεῖν ὑπ’ αὐτῶν, ἀλλ’ οὖν γ’
ἐπειδὰν γνωρισθῶσι, προσήκει πᾶσι μισεῖν τοὺς τοιούτους
καὶ κοινοὺς ἐχθροὺς νομίζειν.