[5] Ἐπήρθην μὲν οὖν ἐπιστέλλειν σοι διὰ ταῦτα. λέγειν
δὲ μέλλω περὶ μεγάλων πραγμάτων καὶ περὶ ὧν οὐδενὶ τῶν
ζώντων ἀκοῦσαι μᾶλλον ἢ σοὶ προσήκει. καὶ μὴ νόμιζέ με
προθύμως οὕτω σε παρακαλεῖν, ἵνα γένῃ συγγράμματος
ἀκροατής· οὐ γὰρ οὔτ’ ἐγὼ τυγχάνω φιλοτίμως διακείμενος
πρὸς τὰς ἐπιδείξεις οὔτε σὺ λανθάνεις ἡμᾶς ἤδη πλήρης
ὢν τῶν τοιούτων. [6] πρὸς δὲ τούτοις κἀκεῖνο πᾶσι
φανερόν, ὅτι τοῖς μὲν ἐπιδείξεως δεομένοις αἱ πανηγύρεις
ἁρμόττουσιν, ἐκεῖ γὰρ ἄν τις ἐν πλείστοις τὴν αὑτοῦ
δύναμιν διασπείρειεν, τοῖς δὲ διαπράξασθαί τι βουλο-
μένοις πρὸς τοῦτον διαλεκτέον, ὅστις τάχιστα μέλλει τὰς
πράξεις ἐπιτελεῖν τὰς ὑπὸ τοῦ λόγου δηλωθείσας. [7] εἰ
μὲν οὖν μιᾷ τινι τῶν πόλεων εἰσηγούμην, πρὸς τοὺς ἐκείνης
προεστῶτας τοὺς λόγους ἂν ἐποιούμην· ἐπειδὴ δ’ ὑπὲρ τῆς
τῶν Ἑλλήνων σωτηρίας παρεσκεύασμαι συμβουλεύειν,
πρὸς τίν’ ἂν δικαιότερον διαλεχθείην ἢ πρὸς τὸν πρωτεύ-
οντα τοῦ γένους καὶ μεγίστην ἔχοντα δύναμιν;