Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 4.15.1–4.16.3

Ανακωχή Αθηναίων–Σπαρτιατών μετά τη σύγκρουση στην Πύλο – Οι όροι της ανακωχής
Το 425 π.Χ. ο Δημοσθένης κατέλαβε και οχύρωσε την Πύλο. Θορυβημένοι οι Σπαρτιάτες κατέλαβαν τη νησίδα Σφακτηρία, ώστε να ελέγχουν τις εισόδους του λιμανιού. Ο αθηναϊκός στόλος κατέφθασε και νίκησε σε ναυμαχία τους Σπαρτιάτες και η σπαρτιατική φρουρά της Σφακτηρίας περιήλθε σε δεινή θέση.

    [4.15.1] Ἐς δὲ τὴν Σπάρτην ὡς ἠγγέλθη τὰ γεγενημένα περὶ
Πύλον, ἔδοξεν αὐτοῖς ὡς ἐπὶ ξυμφορᾷ μεγάλῃ τὰ τέλη κατα-
βάντας ἐς τὸ στρατόπεδον βουλεύειν παραχρῆμα ὁρῶντας
ὅτι ἂν δοκῇ. [4.15.2] καὶ ὡς εἶδον ἀδύνατον ὂν τιμωρεῖν τοῖς
ἀνδράσι καὶ κινδυνεύειν οὐκ ἐβούλοντο ἢ ὑπὸ λιμοῦ τι
παθεῖν αὐτοὺς ἢ ὑπὸ πλήθους βιασθέντας κρατηθῆναι,
ἔδοξεν αὐτοῖς πρὸς τοὺς στρατηγοὺς τῶν Ἀθηναίων, ἢν
ἐθέλωσι, σπονδὰς ποιησαμένους τὰ περὶ Πύλον ἀποστεῖλαι
ἐς τὰς Ἀθήνας πρέσβεις περὶ ξυμβάσεως καὶ τοὺς ἄνδρας
ὡς τάχιστα πειρᾶσθαι κομίσασθαι. [4.16.1] δεξαμένων δὲ τῶν στρα-
τηγῶν τὸν λόγον ἐγίγνοντο σπονδαὶ τοιαίδε, Λακεδαιμονίους
μὲν τὰς ναῦς ἐν αἷς ἐναυμάχησαν καὶ τὰς ἐν τῇ Λακωνικῇ
πάσας, ὅσαι ἦσαν μακραί, παραδοῦναι κομίσαντας ἐς Πύλον
Ἀθηναίοις, καὶ ὅπλα μὴ ἐπιφέρειν τῷ τειχίσματι μήτε κατὰ
γῆν μήτε κατὰ θάλασσαν, Ἀθηναίους δὲ τοῖς ἐν τῇ νήσῳ
ἀνδράσι σῖτον ἐᾶν τοὺς ἐν τῇ ἠπείρῳ Λακεδαιμονίους ἐκ-
πέμπειν τακτὸν καὶ μεμαγμένον, δύο χοίνικας ἑκάστῳ Ἀττικὰς
ἀλφίτων καὶ δύο κοτύλας οἴνου καὶ κρέας, θεράποντι δὲ τού-
των ἡμίσεα· ταῦτα δὲ ὁρώντων τῶν Ἀθηναίων ἐσπέμπειν
καὶ πλοῖον μηδὲν ἐσπλεῖν λάθρᾳ· φυλάσσειν δὲ καὶ τὴν
νῆσον Ἀθηναίους μηδὲν ἧσσον, ὅσα μὴ ἀποβαίνοντας, καὶ
ὅπλα μὴ ἐπιφέρειν τῷ Πελοποννησίων στρατῷ μήτε κατὰ
γῆν μήτε κατὰ θάλασσαν. [4.16.2] ὅτι δ’ ἂν τούτων παραβαίνωσιν
ἑκάτεροι καὶ ὁτιοῦν, τότε λελύσθαι τὰς σπονδάς. ἐσπεῖσθαι
δὲ αὐτὰς μέχρι οὗ ἐπανέλθωσιν οἱ ἐκ τῶν Ἀθηνῶν Λακε-
δαιμονίων πρέσβεις· ἀποστεῖλαι δὲ αὐτοὺς τριήρει Ἀθηναίους
καὶ πάλιν κομίσαι. ἐλθόντων δὲ τάς τε σπονδὰς λελύσθαι
ταύτας καὶ τὰς ναῦς ἀποδοῦναι Ἀθηναίους ὁμοίας οἵασπερ
ἂν παραλάβωσιν. [4.16.3] αἱ μὲν σπονδαὶ ἐπὶ τούτοις ἐγένοντο,
καὶ αἱ νῆες παρεδόθησαν οὖσαι περὶ ἑξήκοντα, καὶ οἱ πρέ-
σβεις ἀπεστάλησαν.