Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 1.48.1–1.51.5

(ΘΟΥΚ 1.24.1–1.55.2: Τα "Κερκυραϊκά") Η ναυμαχία στα Σύβοτα

    [1.48.1] Ἐπειδὴ δὲ παρεσκεύαστο τοῖς Κορινθίοις, λαβόντες τριῶν
ἡμερῶν σιτία ἀνήγοντο ὡς ἐπὶ ναυμαχίαν ἀπὸ τοῦ Χειμερίου
νυκτός, [1.48.2] καὶ ἅμα ἕῳ πλέοντες καθορῶσι τὰς τῶν Κερκυραίων
ναῦς μετεώρους τε καὶ ἐπὶ σφᾶς πλεούσας. [1.48.3] ὡς δὲ κατεῖδον
ἀλλήλους, ἀντιπαρετάσσοντο, ἐπὶ μὲν τὸ δεξιὸν κέρας Κερ-
κυραίων αἱ Ἀττικαὶ νῆες, τὸ δὲ ἄλλο αὐτοὶ ἐπεῖχον τρία
τέλη ποιήσαντες τῶν νεῶν, ὧν ἦρχε <τῶν> τριῶν στρατηγῶν
ἑκάστου εἷς. [1.48.4] οὕτω μὲν Κερκυραῖοι ἐτάξαντο, Κορινθίοις
δὲ τὸ μὲν δεξιὸν κέρας αἱ Μεγαρίδες νῆες εἶχον καὶ αἱ
Ἀμπρακιώτιδες, κατὰ δὲ τὸ μέσον οἱ ἄλλοι ξύμμαχοι ὡς
ἕκαστοι· εὐώνυμον δὲ κέρας αὐτοὶ οἱ Κορίνθιοι ταῖς ἄριστα
τῶν νεῶν πλεούσαις κατὰ τοὺς Ἀθηναίους καὶ τὸ δεξιὸν
τῶν Κερκυραίων εἶχον. [1.49.1] ξυμμείξαντες δέ, ἐπειδὴ τὰ σημεῖα
ἑκατέροις ἤρθη, ἐναυμάχουν, πολλοὺς μὲν ὁπλίτας ἔχοντες
ἀμφότεροι ἐπὶ τῶν καταστρωμάτων, πολλοὺς δὲ τοξότας τε
καὶ ἀκοντιστάς, τῷ παλαιῷ τρόπῳ ἀπειρότερον ἔτι παρε-
σκευασμένοι. [1.49.2] ἦν τε ἡ ναυμαχία καρτερά, τῇ μὲν τέχνῃ
οὐχ ὁμοίως, πεζομαχίᾳ δὲ τὸ πλέον προσφερὴς οὖσα. [1.49.3] ἐπειδὴ
γὰρ προσβάλοιεν ἀλλήλοις, οὐ ῥᾳδίως ἀπελύοντο ὑπό τε
τοῦ πλήθους καὶ ὄχλου τῶν νεῶν, καὶ μᾶλλόν τι πιστεύοντες
τοῖς ἐπὶ τοῦ καταστρώματος ὁπλίταις ἐς τὴν νίκην, οἳ κατα-
στάντες ἐμάχοντο ἡσυχαζουσῶν τῶν νεῶν· διέκπλοι δ’ οὐκ
ἦσαν, ἀλλὰ θυμῷ καὶ ῥώμῃ τὸ πλέον ἐναυμάχουν ἢ ἐπιστήμῃ.
[1.49.4] πανταχῇ μὲν οὖν πολὺς θόρυβος καὶ ταραχώδης ἦν ἡ ναυ-
μαχία, ἐν ᾗ αἱ Ἀττικαὶ νῆες παραγιγνόμεναι τοῖς Κερκυραίοις,
εἴ πῃ πιέζοιντο, φόβον μὲν παρεῖχον τοῖς ἐναντίοις, μάχης
δὲ οὐκ ἦρχον δεδιότες οἱ στρατηγοὶ τὴν πρόρρησιν τῶν
Ἀθηναίων. [1.49.5] μάλιστα δὲ τὸ δεξιὸν κέρας τῶν Κορινθίων
ἐπόνει· οἱ γὰρ Κερκυραῖοι εἴκοσι ναυσὶν αὐτοὺς τρεψάμενοι
καὶ καταδιώξαντες σποράδας ἐς τὴν ἤπειρον καὶ μέχρι τοῦ
στρατοπέδου πλεύσαντες αὐτῶν καὶ ἐπεκβάντες ἐνέπρησάν
τε τὰς σκηνὰς ἐρήμους καὶ τὰ χρήματα διήρπασαν. [1.49.6] ταύτῃ
μὲν οὖν οἱ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἡσσῶντό [τε] καὶ οἱ
Κερκυραῖοι ἐπεκράτουν· ᾗ δὲ αὐτοὶ ἦσαν οἱ Κορίνθιοι, ἐπὶ
τῷ εὐωνύμῳ, πολὺ ἐνίκων, τοῖς Κερκυραίοις τῶν εἴκοσι νεῶν
ἀπὸ ἐλάσσονος πλήθους ἐκ τῆς διώξεως οὐ παρουσῶν. [1.49.7] οἱ δὲ
Ἀθηναῖοι ὁρῶντες τοὺς Κερκυραίους πιεζομένους μᾶλλον ἤδη
ἀπροφασίστως ἐπεκούρουν, τὸ μὲν πρῶτον ἀπεχόμενοι ὥστε
μὴ ἐμβάλλειν τινί· ἐπειδὴ δὲ ἡ τροπὴ ἐγίγνετο λαμπρῶς
καὶ ἐνέκειντο οἱ Κορίνθιοι, τότε δὴ ἔργου πᾶς εἴχετο ἤδη
καὶ διεκέκριτο οὐδὲν ἔτι, ἀλλὰ ξυνέπεσεν ἐς τοῦτο ἀνάγκης
ὥστε ἐπιχειρῆσαι ἀλλήλοις τοὺς Κορινθίους καὶ Ἀθηναίους.

    [1.50.1] Τῆς δὲ τροπῆς γενομένης οἱ Κορίνθιοι τὰ σκάφη μὲν οὐχ
εἷλκον ἀναδούμενοι τῶν νεῶν ἃς καταδύσειαν, πρὸς δὲ τοὺς
ἀνθρώπους ἐτράποντο φονεύειν διεκπλέοντες μᾶλλον ἢ ζω-
γρεῖν, τούς τε αὑτῶν φίλους, οὐκ ᾐσθημένοι ὅτι ἥσσηντο οἱ
ἐπὶ τῷ δεξιῷ κέρᾳ, ἀγνοοῦντες ἔκτεινον. [1.50.2] πολλῶν γὰρ νεῶν
οὐσῶν ἀμφοτέρων καὶ ἐπὶ πολὺ τῆς θαλάσσης ἐπεχουσῶν,
ἐπειδὴ ξυνέμειξαν ἀλλήλοις, οὐ ῥᾳδίως τὴν διάγνωσιν
ἐποιοῦντο ὁποῖοι ἐκράτουν ἢ ἐκρατοῦντο· ναυμαχία γὰρ
αὕτη Ἕλλησι πρὸς Ἕλληνας νεῶν πλήθει μεγίστη δὴ τῶν
πρὸ αὑτῆς γεγένηται. [1.50.3] ἐπειδὴ δὲ κατεδίωξαν τοὺς Κερκυ-
ραίους οἱ Κορίνθιοι ἐς τὴν γῆν, πρὸς τὰ ναυάγια καὶ τοὺς
νεκροὺς τοὺς σφετέρους ἐτράποντο, καὶ τῶν πλείστων ἐκρά-
τησαν ὥστε προσκομίσαι πρὸς τὰ Σύβοτα, οἷ αὐτοῖς ὁ κατὰ
γῆν στρατὸς τῶν βαρβάρων προσεβεβοηθήκει· ἔστι δὲ τὰ
Σύβοτα τῆς Θεσπρωτίδος λιμὴν ἐρῆμος. τοῦτο δὲ ποιή-
σαντες αὖθις ἁθροισθέντες ἐπέπλεον τοῖς Κερκυραίοις. [1.50.4] οἱ
δὲ ταῖς πλωίμοις καὶ ὅσαι ἦσαν λοιπαὶ μετὰ τῶν Ἀττικῶν
νεῶν καὶ αὐτοὶ ἀντεπέπλεον, δείσαντες μὴ ἐς τὴν γῆν σφῶν
πειρῶσιν ἀποβαίνειν. [1.50.5] ἤδη δὲ ἦν ὀψὲ καὶ ἐπεπαιάνιστο
αὐτοῖς ὡς ἐς ἐπίπλουν, καὶ οἱ Κορίνθιοι ἐξαπίνης πρύμναν
ἐκρούοντο κατιδόντες εἴκοσι ναῦς Ἀθηναίων προσπλεούσας,
ἃς ὕστερον τῶν δέκα βοηθοὺς ἐξέπεμψαν οἱ Ἀθηναῖοι,
δείσαντες, ὅπερ ἐγένετο, μὴ νικηθῶσιν οἱ Κερκυραῖοι καὶ αἱ
σφέτεραι δέκα νῆες ὀλίγαι ἀμύνειν ὦσιν. [1.51.1] ταύτας οὖν προϊ-
δόντες οἱ Κορίνθιοι καὶ ὑποτοπήσαντες ἀπ’ Ἀθηνῶν εἶναι
οὐχ ὅσας ἑώρων ἀλλὰ πλείους ὑπανεχώρουν. [1.51.2] τοῖς δὲ
Κερκυραίοις ἐπέπλεον γὰρ μᾶλλον ἐκ τοῦ ἀφανοῦς οὐχ
ἑωρῶντο, καὶ ἐθαύμαζον τοὺς Κορινθίους πρύμναν κρουομέ-
νους, πρίν τινες ἰδόντες εἶπον ὅτι νῆες ἐκεῖναι ἐπιπλέουσιν.
τότε δὲ καὶ αὐτοὶ ἀνεχώρουν· ξυνεσκόταζε γὰρ ἤδη, καὶ οἱ
Κορίνθιοι ἀποτραπόμενοι τὴν διάλυσιν ἐποιήσαντο. [1.51.3] οὕτω
μὲν ἡ ἀπαλλαγὴ ἐγένετο ἀλλήλων, καὶ ἡ ναυμαχία ἐτελεύτα
ἐς νύκτα. [1.51.4] τοῖς δὲ Κερκυραίοις στρατοπεδευομένοις ἐπὶ τῇ
Λευκίμμῃ αἱ εἴκοσι νῆες αἱ ἐκ τῶν Ἀθηνῶν αὗται, ὧν
ἦρχε Γλαύκων τε ὁ Λεάγρου καὶ †Ἀνδοκίδης ὁ Λεωγόρου†,
διὰ τῶν νεκρῶν καὶ ναυαγίων προσκομισθεῖσαι κατέπλεον
ἐς τὸ στρατόπεδον οὐ πολλῷ ὕστερον ἢ ὤφθησαν. [1.51.5] οἱ δὲ
Κερκυραῖοι (ἦν γὰρ νύξ) ἐφοβήθησαν μὴ πολέμιαι ὦσιν,
ἔπειτα δὲ ἔγνωσαν· καὶ ὡρμίσαντο.