[1] Ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθη-
ναῖοι, καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαιμονίοις συνει-
ρηκότες· ὥσπερ γὰρ ἀφ’ ἑκατέρων ἥκοντες, οὐχ ὑμῶν ὄντες
[πολῖται], πρὸς οὓς ἀμφότεροι πρεσβεύουσι, κατηγοροῦσι καὶ
διαβάλλουσιν ἀλλήλους. ἦν δὲ τοῦτο μὲν τῶν ἀφιγμένων
ἔργον, τὸ δὲ κοινῶς ὑπὲρ τῶν πραγμάτων λέγειν καὶ τὰ
βέλτισθ’ ὑπὲρ ὑμῶν σκοπεῖν ἄνευ φιλονικίας τῶν ἐνθάδε
συμβουλεύειν ἀξιούντων. [2] νῦν δ’ ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι
τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ φωνῇ λέγειν Ἀττικιστί, πολλοὺς
ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι
νομίσαι. ἐγὼ δ’ ὁρῶ μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν
ἐστί· συνεξηπατημένων γὰρ ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν
δὲ ταυτὶ βουλομένων, ἂν τὰ μεταξύ τις ἐγχειρῇ λέγειν κᾆθ’
ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, δια-
βεβλήσεται δὲ πρὸς ἀμφοτέρους· [3] οὐ μὴν ἀλλ’ αἱρήσομαι
μᾶλλον αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν, ἢ παρ’
ἃ βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆ-
σαι. τὰ μὲν οὖν ἄλλ’ ὕστερον, ἂν ὑμῖν βουλομένοις ᾖ,
λέξω· ἀπὸ δὲ τῶν ὁμολογουμένων ὑφ’ ἁπάντων ἄρξομαι, ἃ
κράτιστα νομίζω διδάσκειν.

    [4] Οὐκοῦν οὐδ’ ἂν εἷς ἀντείποι ὡς οὐ συμφέρει τῇ πόλει
καὶ Λακεδαιμονίους ἀσθενεῖς εἶναι καὶ Θηβαίους τουτουσί.
ἔστι τοίνυν ἔν τινι τοιούτῳ καιρῷ τὰ πράγματα νῦν, εἴ τι
δεῖ τοῖς εἰρημένοις πολλάκις παρ’ ὑμῖν λόγοις τεκμήρασθαι,
ὥστε Θηβαίους μὲν Ὀρχομενοῦ καὶ Θεσπιῶν καὶ Πλαταιῶν
οἰκισθεισῶν ἀσθενεῖς γενέσθαι, Λακεδαιμονίους δ’, εἰ ποι-
ήσονται τὴν Ἀρκαδίαν ὑφ’ ἑαυτοῖς καὶ Μεγάλην πόλιν
ἀναιρήσουσι, πάλιν ἰσχυροὺς γενήσεσθαι. [5] σκεπτέον τοίνυν
μὴ πρότερον τούσδε γενέσθαι φοβεροὺς καὶ μεγάλους ἐάσω-
μεν ἢ ’κεῖνοι μικροὶ γεγενήσονται, καὶ λάθωσιν ἡμᾶς πλείονι
μείζους οἱ Λακεδαιμόνιοι γενόμενοι ἢ ὅσῳ τοὺς Θηβαίους
ἐλάττους συμφέρει γενέσθαι. οὐ γὰρ ἐκεῖνό γ’ ἂν εἴποιμεν,
ὡς ἀνταλλάξασθαι βουλοίμεθ’ <ἂν> ἀντιπάλους Λακεδαι-
μονίους ἀντὶ Θηβαίων, οὐδὲ τοῦτ’ ἔσθ’ ὃ σπουδάζομεν, ἀλλ’
ὅπως μηδέτεροι δυνήσονται μηδὲν ἡμᾶς ἀδικεῖν· οὕτω γὰρ
ἂν ἡμεῖς μετὰ πλείστης ἀδείας εἴημεν.