Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΣ ΦΟΡΜΙΩΝΑ ΠΕΡΙ ΔΑΝΕΙΟΥ

ΔΗΜ 34.22–32

Επιχειρήματα κατά του ισχυρισμού του κατηγορουμένου ότι έδωσε τα χρήματα στον Λάμπη
Το πρώτο τμήμα της διηγήσεως–πίστεως αφιερώθηκε στην προσπάθεια του Χρύσιππου να αποδείξει ότι ο Φορμίωνας μεταχειρίστηκε καθόλη τη διάρκεια της υπόθεσης δόλια μέσα, ώστε να μην του επιστρέψει τα χρήματα που είχε δανειστεί. Όταν τελικά αποδείχτηκαν αβάσιμες οι δικαιολογίες του, ο Φορμίωνας επινόησε σε συνεννόηση με τον Λάμπη τον ισχυρισμό ότι είχε δώσει σε εκείνον τα χρήματα του δανείου λίγο πριν από το ναυάγιο του πλοίου του στον Βόσπορο.

    ἐξ αὐτοῦ δὴ
τοῦ πράγματος λογίσασθε, ὦ ἄνδρες δικασταί, παρ’ ὑμῖν
αὐτοῖς, ὁπόθεν ἔμελλεν οὗτος ἀποδώσειν τὸ χρυσίον. ἐνθένδε
μὲν γὰρ ἐξέπλει οὐκ ἐνθέμενος εἰς τὴν ναῦν τὰ χρήματα καὶ
ὑποθήκην οὐκ ἔχων, ἀλλ’ ἐπὶ τοῖς ἐμοῖς χρήμασιν ἐπιδανει-
σάμενος· ἐν Βοσπόρῳ δ’ ἀπρασίαν τῶν φορτίων κατέλαβεν,
καὶ τοὺς τὰ ἑτερόπλοα δανείσαντας μόλις ἀπήλλαξεν. [23] καὶ
οὗτος μὲν ἐδάνεισεν αὐτῷ δισχιλίας δραχμὰς ἀμφοτερόπλουν,
ὥστ’ ἀπολαβεῖν Ἀθήνησιν δισχιλίας ἑξακοσίας δραχμάς·
Φορμίων δέ φησιν ἀποδοῦναι Λάμπιδι ἐν Βοσπόρῳ ἑκατὸν
καὶ εἴκοσι στατῆρας Κυζικηνούς (τούτῳ γὰρ προσέχετε τὸν
νοῦν) δανεισάμενος ἐγγείων τόκων. ἦσαν δὲ ἔφεκτοι οἱ
ἔγγειοι τόκοι, ὁ δὲ Κυζικηνὸς ἐδύνατο ἐκεῖ εἴκοσι καὶ ὀκτὼ
δραχμὰς Ἀττικάς. [24] δεῖ δὴ μαθεῖν ὑμᾶς ὅσα φησὶν χρήματα
ἀποδεδωκέναι. τῶν μὲν γὰρ ἑκατὸν εἴκοσι στατήρων γίγνον-
ται τρισχίλιαι τριακόσιαι ἑξήκοντα, ὁ δὲ τόκος ὁ ἔγγειος ὁ
ἔφεκτος [τῶν τριάκοντα μνῶν καὶ τριῶν καὶ ἑξήκοντα] πεντα-
κόσιαι δραχμαὶ καὶ ἑξήκοντα· τὸ δὲ σύμπαν κεφάλαιον
γίγνεται τόσον καὶ τόσον. [25] ἔστιν οὖν, ὦ ἄνδρες δικασταί,
οὗτος ὁ ἄνθρωπος ἢ γενήσεταί ποτε, ὃς ἀντὶ δισχιλίων
ἑξακοσίων δραχμῶν τριάκοντα μνᾶς καὶ τριακοσίας καὶ ἑξή-
κοντα ἀποτίνειν προείλετ’ ἄν, καὶ τόκον πεντακοσίας δραχμὰς
καὶ ἑξήκοντα δανεισάμενος, ἅς φησιν ἀποδεδωκέναι Φορμίων
Λάμπιδι, τρισχιλίας ἐνακοσίας εἴκοσι; ἐξὸν δ’ αὐτῷ ἀμφο-
τερόπλουν Ἀθήνησιν ἀποδοῦναι τὸ ἀργύριον, ἐν Βοσπόρῳ
ἀπέδωκε, τρισὶ καὶ δέκα μναῖς πλέον; [26] καὶ τοῖς μὲν τὰ ἑτερό-
πλοα δανείσασι μόλις τἀρχαῖον ἀποδέδωκας, οἳ συνέπλευσάν
σοι καὶ προσήδρευον· τούτῳ δὲ τῷ μὴ παρόντι οὐ μόνον
τἀρχαῖα καὶ τοὺς τόκους ἀπεδίδους, ἀλλὰ καὶ τὰ ἐπιτίμια τὰ
ἐκ τῆς συγγραφῆς ἀπέτινες, οὐδεμιᾶς σοι ἀνάγκης οὔσης;
[27] κἀκείνους μὲν οὐκ ἐδεδίεις, οἷς αἱ συγγραφαὶ ἐν Βοσπόρῳ τὴν
πρᾶξιν ἐδίδοσαν τοῦ δανείου· τούτου δὲ φὴς φροντίζειν, ὃν ἐξ
ἀρχῆς εὐθὺς ἠδίκεις οὐκ ἐνθέμενος τὰ χρήματα εἰς τὴν ναῦν
κατὰ τὴν συγγραφὴν Ἀθήνηθεν; καὶ νῦν μὲν εἰς τὸ ἐμπόριον
ἥκων, οὗ τὸ συμβόλαιον ἐγένετο, οὐκ ὀκνεῖς ἀποστερεῖν τὸν
δανείσαντα· ἐν Βοσπόρῳ δὲ πλείω τῶν δικαίων φὴς ποιεῖν, οὗ
δίκην οὐκ ἔμελλες δώσειν; [28] καὶ οἱ μὲν ἄλλοι πάντες οἱ τὰ
ἀμφοτερόπλοα δανειζόμενοι, ὅταν ἀποστέλλωνται ἐκ τῶν
ἐμπορίων, πολλοὺς παρίστανται, ἐπιμαρτυρόμενοι ὅτι τὰ χρή-
ματα ἤδη κινδυνεύεται τῷ δανείσαντι· σὺ δ’ ἑνὶ σκήπτει μάρ-
τυρι αὐτῷ τῷ συναδικοῦντι, καὶ οὔτε τὸν παῖδα τὸν ἡμέτερον
παρέλαβες ἐν Βοσπόρῳ ὄντα οὔτε τὸν κοινωνόν, οὐδὲ τὰς
ἐπιστολὰς ἀπέδωκας αὐτοῖς, ἃς ἡμεῖς ἐπεθήκαμεν, ἐν αἷς ἐγέ-
γραπτο παρακολουθεῖν σοι οἷς ἂν πράττῃς; [29] καίτοι, ὦ ἄνδρες
δικασταί, τί οὐκ ἂν πράξειεν ὁ τοιοῦτος, ὅστις γράμματα λα-
βὼν μὴ ἀποδέδωκεν ὀρθῶς καὶ δικαίως; ἢ πῶς οὐ φανερόν
ἐστιν ὑμῖν τὸ τούτου κακούργημα ἐξ αὐτῶν ὧν ἔπραττεν; καί-
τοι, ὦ γῆ καὶ θεοί, προσῆκέν γε τοσοῦτο χρυσίον ἀποδιδόντα,
καὶ πλέον τοῦ δανείσματος, περιβόητον ποιεῖν ἐν τῷ ἐμπορίῳ,
καὶ παρακαλεῖν πάντας ἀνθρώπους, πρῶτον δὲ τὸν παῖδα τὸν
τούτου καὶ τὸν κοινωνόν· [30] ἴστε γὰρ δήπου πάντες ὅτι δανεί-
ζονται μὲν μετ’ ὀλίγων μαρτύρων, ὅταν δ’ ἀποδιδῶσιν,
πολλοὺς παρίστανται μάρτυρας, ἵνα ἐπιεικεῖς δοκῶσιν εἶναι
περὶ τὰ συμβόλαια. σοὶ δ’ ἀποδιδόντι τό τε δάνειον καὶ
τοὺς τόκους ἀμφοτέρους, ἑτερόπλῳ τῷ ἀργυρίῳ κεχρημένῳ,
καὶ προστιθέντι ἑτέρας τρεῖς καὶ δέκα μνᾶς, πῶς οὐχὶ πολ-
λοὺς ἦν παραληπτέον μάρτυρας; καὶ εἰ τοῦτο ἔπραξας, οὐδ’
ἂν εἷς σοῦ μᾶλλον τῶν πλεόντων ἐθαυμάζετο. [31] σὺ δ’ ἀντὶ
τοῦ πολλοὺς μάρτυρας τούτων ποιεῖσθαι πάντας ἀνθρώπους
λανθάνειν ἐπειρῶ, ὥσπερ ἀδικῶν τι. καὶ εἰ μὲν ἐμοὶ τῷ
δανείσαντι ἀπεδίδους, οὐδὲν <ἂν> ἔδει μαρτύρων· τὴν γὰρ
συγγραφὴν ἀνελόμενος ἀπήλλαξο ἂν τοῦ συμβολαίου· νῦν
δ’ οὐκ ἐμοί, ἀλλ’ ἑτέρῳ ὑπὲρ ἐμοῦ ἀποδιδούς, καὶ οὐκ Ἀθή-
νησιν, ἀλλ’ ἐν Βοσπόρῳ, καὶ τῆς συγγραφῆς σοι κειμένης
Ἀθήνησι καὶ πρὸς ἐμέ, καὶ ᾧ τὸ χρυσίον ἀπεδίδους ὄντος
θνητοῦ καὶ πέλαγος τοσοῦτον μέλλοντος πλεῖν, μάρτυρα
οὐδένα ἐποιήσω, οὔτε δοῦλον οὔτ’ ἐλεύθερον. [32] ἡ γὰρ συγ-
γραφή με, φησί, τῷ ναυκλήρῳ ἐκέλευεν ἀποδοῦναι τὸ χρυ-
σίον. μάρτυρας δέ γ’ οὐκ ἐκώλυεν παρακαλεῖν, οὐδὲ τὰς
ἐπιστολὰς ἀποδοῦναι. καὶ οἵδε μὲν πρὸς σὲ δύο συγγραφὰς
ἐποιήσαντο ὑπὲρ τοῦ συμβολαίου, ὡς ἂν οἱ μάλιστ’ ἀπι-
στοῦντες· σὺ δὲ μόνος μόνῳ φὴς δοῦναι τῷ ναυκλήρῳ τὸ
χρυσίον, εἰδὼς κατὰ σοῦ κειμένην Ἀθήνησι συγγραφὴν πρὸς
τοῦτον.