[1] Δίκαια ὑμῶν δεησόμεθα, ὦ ἄνδρες δικασταί, ἀκοῦσαι ἡμῶν
μετ’ εὐνοίας ἐν τῷ μέρει λεγόντων, γνόντας ὅτι ἰδιῶται παν-
τελῶς ἐσμέν, καὶ πολὺν χρόνον εἰς τὸ ὑμέτερον ἐμπόριον
εἰσαφικνούμενοι καὶ συμβόλαια πολλοῖς συμβάλλοντες οὐδε-
μίαν πώποτε δίκην πρὸς ὑμᾶς εἰσήλθομεν, οὔτ’ ἐγκαλοῦντες
οὔτ’ ἐγκαλούμενοι ὑφ’ ἑτέρων. [2] οὐδ’ ἂν νῦν, ἀκριβῶς ἴστε,
ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ὑπελαμβάνομεν ἀπολωλέναι τὰ χρή-
ματα ἐπὶ τῆς νεὼς τῆς διαφθαρείσης, ἃ ἐδανείσαμεν Φορμίωνι,
οὐκ ἄν ποτ’ ἐλάχομεν τὴν δίκην αὐτῷ· οὐχ οὕτως ἡμεῖς
ἀναίσχυντοί ἐσμεν οὐδ’ ἄπειροι τοῦ ζημιοῦσθαι. πολλῶν δ’
ἡμᾶς κακιζόντων, καὶ μάλιστα τῶν ἐν Βοσπόρῳ ἐπιδημη-
σάντων ἅμα Φορμίωνι, οἵπερ τοῦτον ᾔδεσαν οὐ συναπολέ-
σαντα τὰ χρήματα ἐν τῇ νηί, δεινὸν ἡγούμεθα εἶναι τὸ μὴ
βοηθῆσαι ἡμῖν αὐτοῖς ἀδικουμένοις ὑπὸ τούτου.