[252] Πανταχόθεν μὲν τοίνυν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην
αὐτοῦ καὶ τὴν βασκανίαν, οὐχ ἥκιστα δ’ ἀφ’ ὧν περὶ τῆς
τύχης διελέχθη. ἐγὼ δ’ ὅλως μέν, ὅστις ἄνθρωπος ὢν
ἀνθρώπῳ τύχην προφέρει, ἀνόητον ἡγοῦμαι· ἣν γὰρ ὁ βέλ-
τιστα πράττειν νομίζων καὶ ἀρίστην ἔχειν οἰόμενος οὐκ οἶδεν
εἰ μενεῖ τοιαύτη μέχρι τῆς ἑσπέρας, πῶς χρὴ περὶ ταύτης
λέγειν ἢ πῶς ὀνειδίζειν ἑτέρῳ; ἐπειδὴ δ’ οὗτος πρὸς πολλοῖς
ἄλλοις καὶ περὶ τούτων ὑπερηφάνως χρῆται τῷ λόγῳ, σκέ-
ψασθ’, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρήσατε ὅσῳ καὶ ἀλη-
θέστερον καὶ ἀνθρωπινώτερον ἐγὼ περὶ τῆς τύχης τούτου
διαλεχθήσομαι. [253] ἐγὼ τὴν τῆς πόλεως τύχην ἀγαθὴν ἡγοῦμαι,
καὶ ταῦθ’ ὁρῶ καὶ τὸν Δία τὸν Δωδωναῖον ὑμῖν μαντευόμενον,
τὴν μέντοι τῶν πάντων ἀνθρώπων, ἣ νῦν ἐπέχει, χαλεπὴν
καὶ δεινήν· τίς γὰρ Ἑλλήνων ἢ τίς βαρβάρων οὐ πολλῶν
κακῶν ἐν τῷ παρόντι πεπείραται; [254] τὸ μὲν τοίνυν προελέσθαι
τὰ κάλλιστα καὶ τὸ τῶν οἰηθέντων Ἑλλήνων, εἰ προοῖνθ’
ἡμᾶς, ἐν εὐδαιμονίᾳ διάξειν αὐτῶν ἄμεινον πράττειν, τῆς
ἀγαθῆς τύχης τῆς πόλεως εἶναι τίθημι· τὸ δὲ προσκροῦσαι
καὶ μὴ πάνθ’ ὡς ἐβουλόμεθ’ ἡμῖν συμβῆναι, τῆς τῶν ἄλλων
ἀνθρώπων τύχης τὸ ἐπιβάλλον ἐφ’ ἡμᾶς μέρος μετειληφέναι
νομίζω τὴν πόλιν. [255] τὴν δ’ ἰδίαν τύχην τὴν ἐμὴν καὶ τὴν
ἑνὸς ἡμῶν ἑκάστου ἐν τοῖς ἰδίοις ἐξετάζειν δίκαιον εἶναι
νομίζω. ἐγὼ μὲν οὑτωσὶ περὶ τῆς τύχης ἀξιῶ, ὀρθῶς καὶ
δικαίως, ὡς ἐμαυτῷ δοκῶ, νομίζω δὲ καὶ ὑμῖν· ὁ δὲ τὴν
ἰδίαν τύχην τὴν ἐμὴν τῆς κοινῆς τῆς πόλεως κυριωτέραν
εἶναί φησι, τὴν μικρὰν καὶ φαύλην τῆς ἀγαθῆς καὶ μεγάλης.
καὶ πῶς ἔνι τοῦτο γενέσθαι;