[93] Οὐκοῦν οὐ μόνον τὸ Χερρόνησον καὶ Βυζάντιον σῶσαι,
οὐδὲ τὸ κωλῦσαι τὸν Ἑλλήσποντον ὑπὸ Φιλίππῳ γενέσθαι
τότε, οὐδὲ τὸ τιμᾶσθαι τὴν πόλιν ἐκ τούτων ἡ προαίρεσις
ἡ ἐμὴ καὶ ἡ πολιτεία διεπράξατο, ἀλλὰ καὶ πᾶσιν ἔδειξεν
ἀνθρώποις τήν τε τῆς πόλεως καλοκἀγαθίαν καὶ τὴν Φι-
λίππου κακίαν. ὁ μὲν γὰρ σύμμαχος ὢν τοῖς Βυζαντίοις
πολιορκῶν αὐτοὺς ἑωρᾶθ’ ὑπὸ πάντων, οὗ τί γένοιτ’ ἂν
αἴσχιον ἢ μιαρώτερον; [94] ὑμεῖς δ’, οἱ καὶ μεμψάμενοι πολλὰ
καὶ δίκαι’ ἂν ἐκείνοις εἰκότως περὶ ὧν ἠγνωμονήκεσαν εἰς
ὑμᾶς ἐν τοῖς ἔμπροσθεν χρόνοις, οὐ μόνον οὐ μνησικα-
κοῦντες οὐδὲ προϊέμενοι τοὺς ἀδικουμένους ἀλλὰ καὶ σῴ-
ζοντες ἐφαίνεσθε, ἐξ ὧν δόξαν, εὔνοιαν παρὰ πάντων
ἐκτᾶσθε. καὶ μὴν ὅτι μὲν πολλοὺς ἐστεφανώκατ’ ἤδη τῶν
πολιτευομένων ἅπαντες ἴσασι· δι’ ὅντινα δ’ ἄλλον ἡ πόλις
ἐστεφάνωται, σύμβουλον λέγω καὶ ῥήτορα, πλὴν δι’ ἐμέ,
οὐδ’ ἂν εἷς εἰπεῖν ἔχοι.