Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΝΔΟΚΙΔΗΣ, ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΟΥΣ ΕΙΡΗΝΗΣ

ΑΝΔΟΚ 3.1–12

Η ειρήνη με τους Σπαρτιάτες δεν αποτελεί κίνδυνο για το αθηναϊκό πολίτευμα – Σύγκριση με την ειρήνη του 404 π.Χ.
Το 392 π.Χ., κατά τη διάρκεια του Κορινθιακού πολέμου, ο Ανδοκίδης εστάλη για διαπραγματεύσεις στη Σπάρτη. Μετά την επιστροφή του υπερασπίστηκε με τον λόγο αυτόν την προοπτική ειρήνης με τους Λακεδαιμονίους. Σημειώνεται ότι στον λόγο αυτό, οι εισαγωγικές παράγραφοι του οποίου ακολουθούν, δεν υπάρχει τυπικό προοίμιον .

    [1] Ὅτι μὲν εἰρήνην ποιεῖσθαι δικαίαν ἄμεινόν ἐστιν
ἢ πολεμεῖν, δοκεῖτέ μοι, ὦ Ἀθηναῖοι, πάντες γιγνώσκειν·
ὅτι δὲ οἱ ῥήτορες τῷ μὲν ὀνόματι τῆς εἰρήνης συγχωροῦσι,
τοῖς δ’ ἔργοις ἀφ’ ὧν ἂν ἡ εἰρήνη γένοιτο ἐναντιοῦνται,
τοῦτο δὲ οὐ πάντες αἰσθάνεσθε. λέγουσι γὰρ ὡς ἔστι
δεινότατον τῷ δήμῳ, γενομένης εἰρήνης, ἡ νῦν οὖσα
πολιτεία μὴ καταλυθῇ.

    [2] Εἰ μὲν οὖν μηδεπώποτε πρότερον ὁ δῆμος ὁ [τῶν]
Ἀθηναίων εἰρήνην ἐποιήσατο πρὸς Λακεδαιμονίους, εἰκό-
τως ἂν ἐφοβούμεθα αὐτὸ διά τε τὴν ἀπειρίαν τοῦ ἔργου
διά τε τὴν ἐκείνων ἀπιστίαν· ὅπου δὲ πολλάκις ἤδη πρότε-
ρον εἰρήνην ἐποιήσασθε δημοκρατούμενοι, πῶς οὐκ εἰκὸς
ὑμᾶς πρῶτον ἐκεῖνα σκέψασθαι τὰ τότε γενόμενα; χρὴ
γάρ, ὦ Ἀθηναῖοι, τεκμηρίοις χρῆσθαι τοῖς πρότερον γενο-
μένοις περὶ τῶν μελλόντων ἔσεσθαι.

    [3] Ἡνίκα τοίνυν ἦν μὲν ὁ πόλεμος ἡμῖν ἐν Εὐβοίᾳ,
Μέγαρα δὲ εἴχομεν καὶ Πηγὰς καὶ Τροζῆνα, εἰρήνης ἐπεθυ-
μήσαμεν, καὶ Μιλτιάδην τὸν Κίμωνος ὠστρακισμένον καὶ
ὄντα ἐν Χερρονήσῳ κατεδεξάμεθα δι’ αὐτὸ τοῦτο, πρόξε-
νον ὄντα Λακεδαιμονίων, ὅπως πέμψαιμεν εἰς Λακεδαίμο-
να προκηρυκευσόμενον περὶ σπονδῶν. [4] καὶ τότε ἡμῖν εἰρή-
νη ἐγένετο πρὸς Λακεδαιμονίους ἔτη πεντήκοντα, καὶ
ἐνεμείναμεν ἀμφότεροι ταύταις ταῖς σπονδαῖς ἔτη τρια-
καίδεκα. ἓν δὴ τοῦτο, ὦ Ἀθηναῖοι, πρῶτον σκεψώμεθα.
ἐν ταύτῃ τῇ εἰρήνῃ ὁ δῆμος ὁ [τῶν] Ἀθηναίων ἔσθ’ ὅπου
κατελύθη; οὐδεὶς ἀποδείξει. ἀγαθὰ δὲ ὅσα ἐγένετο διὰ
ταύτην τὴν εἰρήνην, ἐγὼ ὑμῖν φράσω. [5] πρῶτον μὲν τὸν
Πειραιᾶ ἐτειχίσαμεν ἐν τούτῳ τῷ χρόνῳ, εἶτα τὸ μακρὸν
τεῖχος τὸ βόρειον· ἀντὶ δὲ τῶν τριήρων αἳ τότε ἡμῖν ἦσαν
παλαιαὶ καὶ ἄπλοι, αἷς βασιλέα καὶ τοὺς βαρβάρους κατα-
ναυμαχήσαντες ἠλευθερώσαμεν τοὺς Ἕλληνας, ἀντὶ
τούτων τῶν νεῶν ἑκατὸν τριήρεις ἐναυπηγησάμεθα, καὶ
πρῶτον τότε τριακοσίους ἱππέας κατεστησάμεθα καὶ
τοξότας τριακοσίους Σκύθας ἐπριάμεθα. [καὶ] ταῦτα ἐκ
τῆς εἰρήνης τῆς πρὸς Λακεδαιμονίους ἀγαθὰ τῇ πόλει καὶ
δύναμις τῷ δήμῳ τῷ Ἀθηναίων ἐγένετο.

    [6] Μετὰ δὲ ταῦτα δι’ Αἰγινήτας εἰς πόλεμον κατέστημεν,
καὶ πολλὰ κακὰ παθόντες πολλὰ δὲ ποιήσαντες ἐπεθυμή-
σαμεν πάλιν τῆς εἰρήνης, καὶ ᾑρέθησαν δέκα ἄνδρες ἐξ
Ἀθηναίων ἁπάντων πρέσβεις εἰς Λακεδαίμονα περὶ εἰρή-
νης αὐτοκράτορες, ὧν ἦν καὶ Ἀνδοκίδης ὁ πάππος ὁ ἡμέ-
τερος. οὗτοι ἡμῖν εἰρήνην ἐποίησαν πρὸς Λακεδαιμονίους
ἔτη τριάκοντα. καὶ ἐν τοσούτῳ χρόνῳ ἔστιν ὅπου, ὦ
Ἀθηναῖοι, ὁ δῆμος κατελύθη; τί δέ; πράττοντές τινες
δήμου κατάλυσιν ἐλήφθησαν; οὐκ ἔστιν ὅστις ἀποδείξει.
ἀλλ’ αὐτὸ τὸ ἐναντιώτατον· [7] αὕτη γὰρ ἡ εἰρήνη τὸν δῆμον
τὸν Ἀθηναίων ὑψηλὸν ἦρε καὶ κατέστησεν ἰσχυρὸν οὕτως
ὥστε πρῶτον μὲν ἐν τούτοις τοῖς ἔτεσιν εἰρήνην λαβόν-
τες ἀνηνέγκαμεν χίλια τάλαντα εἰς τὴν ἀκρόπολιν, καὶ
νόμῳ κατεκλῄσαμεν ἐξαίρετα εἶναι τῷ δήμῳ, τοῦτο δὲ
τριήρεις ἄλλας ἑκατὸν ἐναυπηγησάμεθα, καὶ ταύτας ἐξαι-
ρέτους ἐψηφισάμεθα εἶναι, νεωσοίκους τε ᾠκοδομησάμεθα,
χιλίους τε καὶ διακοσίους ἱππέας καὶ τοξότας τοσούτους
ἑτέρους κατεστήσαμεν, καὶ τὸ τεῖχος τὸ μακρὸν τὸ νότιον
ἐτειχίσθη. ταῦτα ἐκ τῆς εἰρήνης τῆς πρὸς Λακεδαιμονίους
ἀγαθὰ τῇ πόλει καὶ δύναμις τῷ δήμῳ τῷ Ἀθηναίων ἐγέ-
νετο.

    [8] Πάλιν δὲ διὰ Μεγαρέας πολεμήσαντες καὶ τὴν χώραν
τμηθῆναι προέμενοι, πολλῶν ἀγαθῶν στερηθέντες αὖθις
τὴν εἰρήνην ἐποιησάμεθα, ἣν ἡμῖν Νικίας ὁ Νικηράτου
κατηργάσατο. οἶμαι δ’ ὑμᾶς ἅπαντας εἰδέναι τοῦτο, ὅτι διὰ
ταύτην τὴν εἰρήνην ἑπτακισχίλια μὲν τάλαντα νομίσμα-
τος εἰς τὴν ἀκρόπολιν ἀνηνέγκαμεν, [9] ναῦς δὲ πλείους
ἢ τριακοσίας ἐκτησάμεθα, καὶ φόρος προσῄει κατ’ ἐνι-
αυτὸν πλέον ἢ διακόσια καὶ χίλια τάλαντα, καὶ Χερρόνη-
σόν τε εἴχομεν καὶ Νάξον καὶ Εὐβοίας πλέον ἢ τὰ δύο
μέρη· τάς τε ἄλλας ἀποικίας καθ’ ἕκαστον διηγεῖσθαι
μακρὸς ἂν εἴη λόγος. ταῦτα δ’ ἔχοντες τὰ ἀγαθὰ πάλιν
κατέστημεν εἰς πόλεμον πρὸς Λακεδαιμονίους, πεισθέν-
τες καὶ τότε ὑπ’ Ἀργείων.

    [10] Πρῶτον μὲν οὖν, ὦ Ἀθηναῖοι, τούτου ἀναμνήσθητε,
τί ὑμῖν ἐξ ἀρχῆς ὑπεθέμην τῷ λόγῳ. ἄλλο τι ἢ τοῦτο,
ὅτι διὰ τὴν εἰρήνην οὐδεπώποτε ὁ δῆμος ὁ [τῶν] Ἀθηναίων
κατελύθη; οὐκοῦν ἀποδέδεικται. καὶ οὐδεὶς ἐξελέγξει
με ὡς οὐκ ἔστι ταῦτ’ ἀληθῆ. ἤδη δέ τινων ἤκουσα λεγόν-
των ὡς ἐκ τῆς τελευταίας εἰρήνης τῆς πρὸς Λακεδαιμονί-
ους οἵ τε τριάκοντα κατέστησαν πολλοί τε Ἀθηναίων
κώνειον πιόντες ἀπέθανον, οἱ δὲ φεύγοντες ᾤχοντο.
[11] ὁπόσοι οὖν ταῦτα λέγουσιν, οὐκ ὀρθῶς γιγνώσκουσιν·
εἰρήνη γὰρ καὶ σπονδαὶ πολὺ διαφέρουσι σφῶν αὐτῶν.
εἰρήνην μὲν γὰρ ἐξ ἴσου ποιοῦνται πρὸς ἀλλήλους ὁμολο-
γήσαντες περὶ ὧν ἂν διαφέρωνται· σπονδὰς δέ, ὅταν
κρατήσωσιν κατὰ τὸν πόλεμον, οἱ κρείττους τοῖς ἥττοσιν
ἐξ ἐπιταγμάτων ποιοῦνται, ὥσπερ ἡμῶν κρατήσαντες
Λακεδαιμόνιοι τῷ πολέμῳ ἐπέταξαν ἡμῖν καὶ <τὰ> τείχη
καθαιρεῖν καὶ τὰς ναῦς παραδιδόναι καὶ τοὺς φεύγοντας
καταδέχεσθαι. [12] τότε μὲν οὖν σπονδαὶ κατ’ ἀνάγκην ἐξ
ἐπιταγμάτων ἐγένοντο· νῦν δὲ περὶ εἰρήνης βουλεύεσθε.
σκέψασθε δὲ ἐξ αὐτῶν τῶν γραμμάτων, ἅ τε ἡμῖν ἐν τῇ
στήλῃ γέγραπται, ἐφ’ οἷς τε νῦν ἔξεστι τὴν εἰρήνην ποιεῖ-
σθαι. ἐκεῖ μὲν γὰρ γέγραπται τὰ τείχη καθαιρεῖν, ἐν δὲ
τοῖσδε ἔξεστιν οἰκοδομεῖν· ναῦς ἐκεῖ μὲν δώδεκα κεκτῆσθαι,
νῦν δ’ ὁπόσας ἂν βουλώμεθα· Λῆμνον δὲ καὶ Ἴμβρον καὶ
Σκῦρον τότε μὲν ἔχειν τοὺς ἔχοντας, νῦν δὲ ἡμετέρας εἶναι·
καὶ φεύγοντας νῦν μὲν οὐκ ἐπάναγκες οὐδένα καταδέχε-
σθαι, τότε δ’ ἐπάναγκες, ἐξ ὧν ὁ δῆμος κατελύθη. τί ταῦτα
ἐκείνοις ὁμολογεῖ; τοσοῦτον οὖν ἔγωγε, ὦ Ἀθηναῖοι, διορί-
ζομαι περὶ τούτων, τὴν μὲν εἰρήνην σωτηρίαν εἶναι τῷ
δήμῳ καὶ δύναμιν, τὸν δὲ πόλεμον δήμου κατάλυσιν
γίγνεσθαι. περὶ μὲν οὖν τούτων ταῦτα λέγω.