[182] Ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι,
εἰ μόνος τῶν ἐν τῷ δήμῳ λεγόντων λόγων εὐθύνας ὑφέξει.
ἐγὼ δ’ ὅτι μὲν πάντες ἂν εἰκότως ὧν λέγουσι δίκην ὑπέχοιεν,
εἴπερ ἐπ’ ἀργυρίῳ τι λέγοιεν, παραλείψω, ἀλλ’ ἐκεῖνο λέγω·
εἰ μὲν Αἰσχίνης ἰδιώτης ὢν ἀπελήρησέ τι καὶ διήμαρτε, μὴ
σφόδρ’ ἀκριβολογήσησθε, ἐάσατε, συγγνώμην ἔχετε· εἰ δὲ
πρεσβευτὴς ὢν ἐπὶ χρήμασιν ἐπίτηδες ἐξηπάτηκεν ὑμᾶς, μὴ
ἀφῆτε, μηδ’ ἀνάσχησθ’ ὡς οὐ δεῖ δίκην ὧν εἶπεν ὑποσχεῖν.
[183] τίνος γὰρ ἄλλου δεῖ δίκην παρὰ πρέσβεων ἢ λόγων λαμ-
βάνειν; εἰσὶ γὰρ οἱ πρέσβεις οὐ τριήρων οὐδὲ τόπων οὐδ’
ὁπλιτῶν οὐδ’ ἀκροπόλεων κύριοι (οὐδεὶς γὰρ πρέσβεσι ταῦτ’
ἐγχειρίζει), ἀλλὰ λόγων καὶ χρόνων. τοὺς μὲν τοίνυν χρόνους
εἰ μὲν μὴ προανεῖλε τῆς πόλεως, οὐκ ἀδικεῖ, εἰ δ’ ἀνεῖλεν,
ἠδίκηκε· τοὺς δὲ λόγους εἰ μὲν ἀληθεῖς ἀπήγγελκεν ἢ
συμφέροντας, ἀποφευγέτω, εἰ δὲ καὶ ψευδεῖς καὶ μισθοῦ καὶ
ἀσυμφόρους, ἁλισκέσθω. [184] οὐδὲν γὰρ ἔσθ’ ὅ τι μεῖζον ἂν ὑμᾶς
ἀδικήσειέ τις ἢ ψευδῆ λέγων. οἷς γάρ ἐστ’ ἐν λόγοις ἡ
πολιτεία, πῶς, ἂν οὗτοι μὴ ἀληθεῖς ὦσιν, ἀσφαλῶς ἔστι
πολιτεύεσθαι; ἂν δὲ δὴ καὶ πρὸς ἃ τοῖς ἐχθροῖς συμφέρει
δῶρά τις λαμβάνων λέγῃ, πῶς οὐχὶ καὶ κινδυνεύσετε; οὐδέ
γε τοὺς χρόνους ἴσον ἔστ’ ἀδίκημ’ ὀλιγαρχίας ἢ τυράννου
παρελέσθαι καὶ ὑμῶν· [185] οὐδ’ ὀλίγου δεῖ. ἐν ἐκείναις μὲν γάρ,
οἶμαι, ταῖς πολιτείαις πάντ’ ἐξ ἐπιτάγματος ὀξέως γίγνεται·
ὑμῖν δὲ πρῶτον μὲν τὴν βουλὴν ἀκοῦσαι περὶ πάντων καὶ
προβουλεῦσαι δεῖ, καὶ τοῦθ’ ὅταν ᾖ κήρυξι καὶ πρεσβείαις
προγεγραμμένον, οὐκ ἀεί· εἶτ’ ἐκκλησίαν ποιῆσαι, καὶ ταύτην
ὅταν ἐκ τῶν νόμων καθήκῃ. εἶτα κρατῆσαι καὶ περιγενέσθαι
δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν ἢ δι’ ἄγνοιαν ἢ διὰ
μοχθηρίαν ἀντιλεγόντων. [186] ἐφ’ ἅπασι δὲ τούτοις, ἐπειδὰν
καὶ δεδογμένον ᾖ καὶ συμφέρον ἤδη φαίνηται, χρόνον δεῖ
δοθῆναι τῇ τῶν πολλῶν ἀδυναμίᾳ, ἐν ᾧ καὶ ποριοῦνται ταῦθ’
ὧν ἂν δέωνται, ὅπως τὰ δόξαντα καὶ δυνηθῶσι ποιῆσαι. ὁ δὴ
τοὺς χρόνους τούτους ἀναιρῶν τῆς οἵα παρ’ ἡμῖν ἐστι πολι-
τείας, οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ, ἀλλὰ τὰ πράγμαθ’
ἁπλῶς ἀφῄρηται.