[64] Τούτων, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερ’ οὐ γέγονεν οὐδὲ
μείζω πράγματ’ ἐφ’ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δ’ οὐδ’
ἐν τῷ πρόσθεν χρόνῳ. τηλικούτων μέντοι καὶ τοιούτων
πραγμάτων κύριος εἷς ἀνὴρ [Φίλιππος] γέγονεν διὰ τούτους,
οὔσης τῆς Ἀθηναίων πόλεως, ᾗ προεστάναι τῶν Ἑλλήνων
πάτριον καὶ μηδὲν τοιοῦτον περιορᾶν γιγνόμενον. ὃν μὲν
τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκεῖς ἀπολώλασιν, οὐ μόνον
ἐκ τῶν δογμάτων τούτων ἔστιν ἰδεῖν, [65] ἀλλὰ καὶ ἐκ τῶν ἔργων
ἃ πέπρακται, θέαμα δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεινόν·
ὅτε γὰρ νῦν ἐπορευόμεθ’ εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν
ἡμῖν πάντα ταῦτα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα,
χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρι’ ὀλίγα
καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς· οὐδ’ ἂν εἷς δύναιτ’
ἐφικέσθαι τῷ λόγῳ τῶν ἐκεῖ κακῶν νῦν ὄντων. ἀλλὰ μὴν
ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ψῆφον ἔθενθ’ οὗτοι περὶ
ἡμῶν ὑπὲρ ἀνδραποδισμοῦ προτεθεῖσαν, ὑμῶν ἔγωγ’ ἀκούω
πάντων. [66] τίν’ ἂν οὖν οἴεσθ’, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προ-
γόνους ὑμῶν, εἰ λάβοιεν αἴσθησιν, ψῆφον ἢ γνώμην θέσθαι
περὶ τῶν αἰτίων τοῦ τούτων ὀλέθρου; ἐγὼ μὲν γὰρ οἶμαι κἂν
καταλεύσαντας αὐτοὺς ταῖς ἑαυτῶν χερσὶν καθαροὺς ἔσεσθαι
νομίζειν. πῶς γὰρ οὐκ αἰσχρόν, μᾶλλον δ’ εἴ τις ἔστιν
ὑπερβολὴ τούτου, τοὺς σεσωκότας ἡμᾶς τότε καὶ τὴν σῴζουσαν
περὶ ἡμῶν ψῆφον θεμένους, τούτους τῶν ἐναντίων τετυχη-
κέναι διὰ τούτους, καὶ περιῶφθαι τοιαῦτα πεπονθότας οἷ’
οὐδένες ἄλλοι τῶν Ἑλλήνων; τίς οὖν ὁ τούτων αἴτιος; τίς ὁ
ταῦτα φενακίσας; οὐχ οὗτος;