[9] Περὶ μὲν οὖν τῆς ὅλης κατηγορίας μετρίως μοι
ἐλπίζω προειρῆσθαι· περὶ δὲ αὐτῶν τῶν νόμων οἳ κεῖνται
περὶ τῶν ὑπευθύνων, παρ’ οὓς τὸ ψήφισμα τυγχάνει
γεγραφὼς Κτησιφῶν, διὰ βραχέων εἰπεῖν βούλομαι.

    Ἐν γὰρ τοῖς ἔμπροσθεν χρόνοις ἄρχοντές τινες τὰς
μεγίστας ἀρχὰς καὶ τὰς προσόδους διοικοῦντες, καὶ
δωροδοκοῦντες περὶ ἕκαστα τούτων, προσλαμβάνοντες
τούς τε ἐκ τοῦ βουλευτηρίου ῥήτορας καὶ τοὺς ἐκ τοῦ
δήμου, πόρρωθεν προκατελάμβανον τὰς εὐθύνας ἐπαί-
νοις καὶ κηρύγμασιν, ὥστ’ ἐν ταῖς εὐθύναις εἰς τὴν
μεγίστην μὲν ἀπορίαν ἀφικνεῖσθαι τοὺς κατηγόρους,
πολὺ δὲ ἔτι μᾶλλον τοὺς δικαστάς. [10] πολλοὶ γὰρ πάνυ
τῶν ὑπευθύνων, ἐπ’ αὐτοφώρῳ κλέπται τῶν δημοσίων
χρημάτων ὄντες ἐξελεγχόμενοι, διεφύγγανον ἐκ τῶν
δικαστηρίων, εἰκότως· ᾐσχύνοντο γὰρ οἶμαι οἱ δικασταί,
εἰ φανήσεται ὁ αὐτὸς ἀνὴρ ἐν τῇ αὐτῇ πόλει, πρώην μέν
ποτε ἀναγορευόμενος ἐν τοῖς ἀγῶσιν, ὅτι στεφανοῦται
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ὑπὸ τοῦ δήμου χρυσῷ
στεφάνῳ, ὁ δὲ αὐτὸς ἀνὴρ μικρὸν ἐπισχὼν ἔξεισιν ἐκ
τοῦ δικαστηρίου κλοπῆς ἕνεκα τὰς εὐθύνας ὠφληκώς·
ὥστε ἠναγκάζοντο τὴν ψῆφον φέρειν οἱ δικασταί, οὐ περὶ
τοῦ παρόντος ἀδικήματος, ἀλλ’ ὑπὲρ τῆς αἰσχύνης τοῦ
δήμου.

    [11] Κατιδὼν δή τις ταῦτα νομοθέτης τίθησι νόμον καὶ
μάλα καλῶς ἔχοντα, διαρρήδην ἀπαγορεύοντα τοὺς
ὑπευθύνους μὴ στεφανοῦν. καὶ ταῦτα οὕτως εὖ προκα-
τειληφότος τοῦ νομοθέτου, εὕρηνται κρείττονες λόγοι τῶν
νόμων, οὓς εἰ μή τις ὑμῖν ἐρεῖ, λήσετε ἐξαπατηθέντες.
τούτων γὰρ τῶν τοὺς ὑπευθύνους στεφανούντων παρὰ
τοὺς νόμους οἱ μὲν φύσει μέτριοί εἰσιν, εἰ δή τις ἐστὶ
μέτριος τῶν τὰ παράνομα γραφόντων, ἀλλ’ οὖν προβάλ-
λονταί γέ τι πρὸ τῆς αἰσχύνης. προσγράφουσι γὰρ πρὸς
τὰ ψηφίσματα στεφανοῦν τὸν ὑπεύθυνον «ἐπειδὰν λόγον
καὶ εὐθύνας τῆς ἀρχῆς δῷ.» [12] Καὶ ἡ μὲν πόλις τὸ ἴσον ἀδί-
κημα ἀδικεῖται· προκαταλαμβάνονται γὰρ ἐπαίνοις καὶ
στεφάνοις αἱ εὔθυναι· ὁ δὲ τὸ ψήφισμα γράφων ἐνδείκνυ-
ται τοῖς ἀκούουσιν, ὅτι γέγραφε μὲν παράνομα, αἰσχύνε-
ται δὲ ἐφ’ οἷς ἡμάρτηκε. Κτησιφῶν δέ, ὦ ἄνδρες Ἀθηναῖοι,
ὑπερπηδήσας τὸν νόμον τὸν περὶ τῶν ὑπευθύνων κείμενον,
καὶ τὴν πρόφασιν ἣν ἀρτίως προεῖπον ὑμῖν ἀνελών, πρὶν
λόγον πρὶν εὐθύνας δοῦναι γέγραφε μεταξὺ Δημοσθένην
ἄρχοντα στεφανοῦν.