[49] Τίς δ’ ἂν τὸν γάμον τὸν Ἑλένης ὑπερεῖδεν, ἧς
ἁρπασθείσης οἱ μὲν Ἕλληνες οὕτως ἠγανάκτησαν ὥσπερ
ὅλης τῆς Ἑλλάδος πεπορθημένης, οἱ δὲ βάρβαροι τοσοῦτον
ἐφρόνησαν, ὅσον περ ἂν εἰ πάντων ἡμῶν ἐκράτησαν.
δῆλον δ’ ὡς ἑκάτεροι διετέθησαν· πολλῶν γὰρ αὐτοῖς πρό-
τερον ἐγκλημάτων γενομένων περὶ μὲν τῶν ἄλλων ἡσυχίαν
ἦγον, ὑπὲρ δὲ ταύτης τηλικοῦτον συνεστήσαντο πόλεμον
οὐ μόνον τῷ μεγέθει τῆς ὀργῆς ἀλλὰ καὶ τῷ μήκει τοῦ χρό-
νου καὶ τῷ πλήθει τῶν παρασκευῶν ὅσος οὐδεὶς πώποτε
γέγονεν. [50] ἐξὸν δὲ τοῖς μὲν ἀποδοῦσιν Ἑλένην
ἀπηλλάχθαι τῶν παρόντων κακῶν, τοῖς δ’ ἀμελήσασιν
ἐκείνης ἀδεῶς οἰκεῖν τὸν ἐπίλοιπον χρόνον, οὐδέτεροι
ταῦτ’ ἠθέλησαν· ἀλλ’ οἱ μὲν περιεώρων καὶ πόλεις ἀναστά-
τους γιγνομένας καὶ τὴν χώραν πορθουμένην, ὥστε μὴ
προέσθαι τοῖς Ἕλλησιν αὐτήν, οἱ δ’ ᾑροῦντο μένοντες
ἐπὶ τῆς ἀλλοτρίας καταγηράσκειν καὶ μηδέποτε τοὺς
αὑτῶν ἰδεῖν μᾶλλον ἢ ’κείνην καταλιπόντες εἰς τὰς αὑτῶν
πατρίδας ἀπελθεῖν. [51] καὶ ταῦτ’ ἐποίουν οὐχ ὑπὲρ
Ἀλεξάνδρου καὶ Μενελάου φιλονικοῦντες, ἀλλ’ οἱ μὲν
ὑπὲρ τῆς Ἀσίας, οἱ δ’ ὑπὲρ τῆς Εὐρώπης, νομίζοντες, ἐν
ὁποτέρᾳ τὸ σῶμα τοὐκείνης κατοικήσειε, ταύτην εὐδαι-
μονεστέραν τὴν χώραν ἔσεσθαι.