[24] Τῶν μὲν μαρτύρων ἀκούετε, οὐ μόνον ὅτι ἔχρησαν τὸ
<ἀργύριον> ἐκείνου δεηθέντος, ἀλλὰ καὶ ὅτι ἀπειλήφασιν·
ἐκομίσθη γὰρ αὐτοῖς ἐπὶ τῆς τριήρους.

    Ῥᾴδιον μὲν οὖν ἐκ τῶν εἰρημένων γνῶναι ὅτι τοιούτων
καιρῶν συμπεσόντων οὐδενὸς ἂν ἐφείσατο τῶν ἑαυτοῦ·
ὃ δὲ μέγιστον τεκμήριον· [25] Δῆμος γὰρ ὁ Πυριλάμπους, τριη-
ραρχῶν εἰς Κύπρον, ἐδεήθη μου προσελθεῖν αὐτῷ, λέγων
ὅτι ἔλαβε <μὲν> σύμβολον παρὰ βασιλέως τοῦ μεγάλου
φιάλην χρυσῆν, δώσει δ’ Ἀριστοφάνει, λαβὼν ἑκκαίδεκα
μνᾶς ἐπ’ αὐτῇ, ἵν’ ἔχοι ἀναλίσκειν εἰς τὴν τριηραρχίαν·
ἐπειδὴ δὲ εἰς Κύπρον ἀφίκοιτο, λύσεσθαι ἀποδοὺς εἴκοσι
μνᾶς· πολλῶν γὰρ ἀγαθῶν καὶ ἄλλων χρημάτων
εὐπορήσειν διὰ τὸ σύμβολον ἐν πάσῃ τῇ ἠπείρῳ. [26] Ἀρι-
στοφάνης τοίνυν ἀκούων μὲν ταῦτα Δήμου, δεομένου δ’
ἐμοῦ, μέλλων δ’ ἄξειν <τὸ> χρυσίον, τέτταρας δὲ μνᾶς
τόκον λήψεσθαι, οὐκ ἔφη εἶναι, ἀλλ’ ὤμνυε καὶ προσδεδα-
νεῖσθαι τοῖς ξένοις ἄλλοθεν, ἐπειδὴ ἥδιστ’ <ἂν> ἀνθρώ-
πων ἄγειν τε εὐθὺς ἐκεῖνο τὸ σύμβολον καὶ χαρίσασθαι
ἡμῖν ἃ ἐδεόμεθα. [27] ὡς δὲ ταῦτ’ ἐστὶν ἀληθῆ, μάρτυρας ὑμῖν
παρέξομαι.
ΜΑΡΤΥΡΕΣ

    Ὅτι μὲν τοίνυν οὐ κατέλιπεν Ἀριστοφάνης ἀργύριον
οὐδὲ χρυσίον, ῥᾴδιον γνῶναι ἐκ τῶν εἰρημένων καὶ μεμαρ-
τυρημένων· χαλκώματα δὲ σύμμεικτα οὐ πολλὰ ἐκέκτητο,
ἀλλὰ καὶ ὅθ’ εἱστία τοὺς παρ’ Εὐαγόρου πρεσβεύοντας,
αἰτησάμενος ἐχρήσατο. ἃ δὲ κατέλιπεν, ἀναγνώσεται ὑμῖν.