Αστερισμός του Οϊστού

 

Τοῦτο τὸ βέλος ἐστὶ τοξικόν, ὅ φασιν εἶναι Ἀπόλλωνος, ᾧ τε δὴ τοὺς Κύκλωπας τῷ Διὶ κεραυνὸν ἐργασαμένους ἀπέκτεινε δι' Ἀσκληπιόν· ἔκρυψε δὲ αὐτὸ ἐν Ὑπερβορείοις οὗ καὶ ὁ ναὸς ὁ πτέρινος. λέγεται δὲ πρότερον ἀπενηνέχθαι ὅτε τοῦ φόνου αὐτὸν ὁ Ζεὺς ἀπέλυσε καὶ ἐπαύσατο τῆς παρὰ Ἀδμήτῳ λατρείας, περὶ ἧς λέγει Εὐριπίδης ἐν τῇ Ἀλκήστιδι. δοκεῖ δὲ τότε ἀνακομισθῆναι ὁ ὀιστὸς μετὰ τῆς καρποφόρου Δήμητρος διὰ τοῦ ἀέρος· ἦν δὲ ὑπερμεγέθης. ὡς Ἡρακλείδης ὁ Ποντικός φησιν ἐν τῷ περὶ δικαιοσύνης· ὅθεν εἰς τὰ ἄστρα τέθεικε τὸ βέλος ὁ Ἀπόλλων εἰς ὑπόμνημα τῆς ἑαυτοῦ μάχης καταστερίσας.

Ερατοσθένης, Καταστερισμοί, 1,29