Αστερισμός του Λέοντα

 

Οὗτος ἐστι μὲν τῶν ἐπιφανῶν ἄστρων· δοκεῖ δ' ὑπὸ Διὸς τιμηθῆναι τοῦτο τὸ ζῴδιον διὰ τὸ τῶν τετραπόδων ἡγεῖσθαι. τινὲς δέ φασιν ὅτι Ἡρακλέους πρῶτος ἆθλος ἦν εἰς τὸ μνημονευθῆναι· φιλοδοξῶν γὰρ μόνον τοῦτον οὐχ ὅπλοις ἀνεῖλεν, ἀλλὰ συμπλακεὶς ἀπέπνιξεν· λέγει δὲ περὶ αὐτοῦ Πείσανδρος ὁ Ῥόδιος· ὅθεν καὶ τὴν δορὰν αὐτοῦ ἔχειν, ὡς ἔνδοξον ἔργον πεποιηκώς. οὗτός ἐστιν ὁ ἐν τῇ Νεμέᾳ ὑπ' αὐτοῦ φονευθείς.

῎Εχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς γ, ἐπὶ τοῦ στήθους <α, ὑπὸ τὸ στῆθος> β, ἐπὶ τοῦ δεξιοῦ ποδὸς λαμπρὸν α, ἐπὶ μέσης <τῆς κοιλίας> α, ὑπὸ τὴν κοιλίαν α, ἐπὶ τοῦ ἰσχίου α, ἐπὶ τοῦ ὀπισθίου γόνατος α, ἐπὶ ποδὸς ἄκρου λαμπρὸν α, ἐπὶ τοῦ τραχήλου β, ἐπὶ τῆς ῥάχεως γ, ἐπὶ μέσης τῆς κέρκου α, ἐπ' ἄκρας λαμπρὸν α, [ἐπὶ τῆς κοιλίας α]· <τοὺς πάντας ιθ>. ὁρῶνται δὲ καὶ ὑπὲρ αὐτὸν ἐν τριγώνῳ κατὰ τὴν κέρκον ἀμαυροὶ ἑπτά, οἳ καλοῦνται Πλόκαμος Βερενίκης Εὐεργέτιδος.

Ερατοσθένης, Καταστερισμοί, 1,12