Αστερισμός του Αετού

 

Οὗτός ἐστιν ὁ Γανυμήδην ἀνακομίσας εἰς οὐρανὸν τῷ Διί, ὅπως ἔχῃ οἰνοχόον. ἔστι δὲ ἐν τοῖς ἄστροις, δι' ὅσον καὶ πρότερον, ὅτε οἱ Θεοὶ τὰ πτηνὰ διεμερίζοντο, τοῦτον ἔλαχεν ὁ Ζεύς. μόνον δὲ τῶν ζῴων ἀνθήλιον ἵπταται ταῖς ἀκτῖσιν οὐ ταπεινούμενον· ἔχει δὲ τὴν ἡγεμονίαν ἁπάντων· ἐσχημάτισται δὲ διαπεπταμένος τὰς πτέρυγας ὡς ἂν καθιπτάμενος. Ἀγλαοσθένης δέ φησιν ἐν τοῖς Ναξικοῖς γενόμενον τὸν Δία ἐν Κρήτῃ καὶ κατὰ κράτος ζητούμενον, δὶς ἐκκλαπέντα, ἐκεῖθεν ἐκκλαπῆναι καὶ ἀχθῆναι εἰς Νάξον, ἐκτραφέντα δὲ καὶ γενόμενον ἐν ἡλικίᾳ τὴν τῶν Θεῶν βασιλείαν κατασχεῖν· ἐξορμῶντος δὲ ἐκ τῆς Νάξου ἐπὶ τοὺς Τιτᾶνας καὶ ἀετὸν αὐτῷ φανῆναι συνιόντα, τὸν δὲ οἰωνισάμενον ἱερὸν αὑτοῦ ποιήσασθαι [κατηστερισμένον] καὶ διὰ τοῦτο τῆς ἐν οὐρανῷ τιμῆς ἀξιωθῆναι.

Ερατοσθένης, Καταστερισμοί, 1,30