Η λύρα του Ορφέα και ο αστερισμός της Λύρας

 

Αὕτη ἐνάτη κεῖται ἐν τοῖς ἄστροις, ἔστι δὲ Μουσῶν· κατεσκευάσθη δὲ τὸ μὲν πρῶτον ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης καὶ τῶν Ἀπόλλωνος βοῶν, ἔσχε δὲ χορδὰς ἑπτὰ ἀπὸ τῶν Ἀτλαντίδων. μετέλαβε δὲ αὐτὴν Ἀπόλλων καὶ συναρμοσάμενος ᾠδὴν Ὀρφεῖ ἔδωκεν, ὃς Καλλιόπης υἱὸς ὤν, μιᾶς τῶν Μουσῶν, ἐποίησε τὰς χορδὰς ἐννέα ἀπὸ τοῦ τῶν Μουσῶν ἀριθμοῦ καὶ προήγαγεν ἐπὶ πλέον ἐν τοῖς ἀνθρώποις δοξαζόμενος οὕτως ὥστε καὶ ὑπόληψιν ἔχειν περὶ αὐτοῦ τοιαύτην ὅτι τὰ δένδρα καὶ τὰς πέτρας καὶ τὰ θηρία ἐκήλει διὰ τῆς ᾠδῆς· ὃς τὸν μὲν Διόνυσον οὐκ ἐτίμα, τὸν δὲ Ἥλιον μέγιστον τῶν θεῶν ἐνόμιζεν εἶναι, ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τῆς νυκτὸς κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον ἀνιὼν προσέμενε τὰς ἀνατολάς, ἵνα ἴδῃ τὸν Ἥλιον πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳδιῶν ποιητής· αἵτινες αὐτὸν διέσπασαν καὶ τὰ μέλη διέρριψαν χωρὶς ἕκαστον· αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς λεγομένοις Λειβήθροις. τὴν δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ δώσειν τὸν Δία ἠξίωσαν καταστερίσαι, ὅπως ἐκείνου τε καὶ αὐτῶν μνημόσυνον τεθῇ ἐν τοῖς ἄστροις· τοῦ δὲ ἐπινεύσαντος οὕτως ἐτέθη· ἐπισημασίαν δὲ ἔχει ἐπὶ τῷ ἐκείνου συμπτώματι δυομένη καθ' ὥραν. Ἔχει δὲ ἀστέρας ἐπὶ τῶν κτενῶν ἑκατέρων α, ἐφ' ἑκατέρου πήχεως ἀκρωτῆρι ὁμοίως α, ἐφ' ἑκατέρων ὤμων α, ἐπὶ ζυγοῦ α, ἐπὶ τοῦ πυθμένος α, λευκὸν καὶ λαμπρόν· τοὺς πάντας η (Ερατοσθένης, Καταστερισμοί 1.24R[12].2)