«Περὶ Ἰοῦς»

 

Φασὶ τὴν Ἰὼ ὡς ἐκ γυναικὸς βοῦς γενομένη καὶ οἰστρήσασα, διὰ τῆς θαλάσσης εἰς Αἴγυπτον ἐξ Ἄργους ἀφίκετο. ὅπερ ἐστὶν ἀπίθανον, τὸ καὶ τοσαύτας ἡμέρας ἄσιτον μένειν. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἰὼ βασιλέως τῶν Ἀργείων ἦν θυγάτηρ. ταύτῃ οἱ ἀπὸ τῆς πόλεως τιμὴν ἔδωκαν ἱέρειαν εἶναι τῆς ῞Ηρας τῆς Ἀργείας. αὕτη ἔγκυος γενομένη καὶ δείσασα τὸν πατέρα καὶ τοὺς πολίτας ἔφυγεν ἐκ τῆς πόλεως. οἱ δὲ Ἀργεῖοι κατὰ ζήτησιν ἐξιόντες, ὅπου δἂν εὗρον συλλαμβάνοντες ἐν δεσμοῖς εἶχον. ἔλεγον οὖν "ὥσπερ βοῦς οἰστρήσασα διαφεύγει" καὶ τελευταῖον ἐμπόροις τισὶ ξένοις δίδωσιν ἑαυτὴν καὶ ἱκετεύει ἐξάγειν εἰς Αἴγυπτον, ἔνθα ἀφικομένη τίκτει. καὶ ὁ μῦθος προσανεπλάσθη. (Παλαίφατος, περί απίστων 42)