Η μεταμόρφωση της Βυβλίδος

 

εἰς τὸ πλησίον ὄρος παρελθοῦσα ῥίπτειν ἑαυτὴν ἐπεχείρησε, νύμφαι δὲ κατέσχον οἰκτείρασαι καὶ πολὺν ὕπνον ἐνέβαλον καὶ αὐτὴν ἤλλαξαν ἀπ᾽ ἀνθρώπου εἰς δαίμονα καὶ ὠνόμασαν ἁμαδρυάδα νύμφην Βυβλίδα καὶ ἐποιήσαντο συνδίαιτον ἑταιρίδα. καλεῖται δὲ καὶ τὸ ῥέον ἐκ τῆς πέτρας ἐκείνης ἄχρι νῦν παρὰ τοῖς ἐπιχωρίοις Δάκρυον Βυβλίδος. (Αντ. Λιβ., Μεταμορφώσεων συναγωγή 30.4.2-7)