Η κύστις της Πρόκριδος

Πασιφάη δ᾽ ἦν Ἡλίου θυγάτηρ ἀθάνατος. ἡ μ<ὲν> οὖν Πρόκρις ἐπὶ τῇ γονῇ Μίνωος μηχανᾶται τοιόνδε· κύστιν αἰγὸς ἐνέβαλεν εἰς γυναικὸς φύσιν καὶ ὁ Μίνως τοὺς ὄφεις πρότερον ἐξέκρινεν εἰς τὴν κύστιν, ἔπειτα δὲ παρὰ τὴν Πασιφάην εἰσιὼν ἐμίγνυτο. καὶ ἐπεὶ αὐτοῖς ἐγένοντο παῖδες, ὁ Μίνως διδοῖ τῇ Πρόκριδι τὸν ἄκοντα καὶ τὸν κύνα· τούτους δὲ οὐδὲν ἐξέφυγε θηρίον, ἀλλὰ πάντα ἐχειροῦντο. (Αντ. Λιβεράλις, Μεταμορφώσεων συναγωγή 41.5)