Ο τάφος του Ιδομενέα και του Μηριόνη στην Κνωσό

Μίνῳ δέ φασιν υἱοὺς γενέσθαι Δευκαλίωνά τε καὶ Μόλον· καὶ Δευκαλίωνος μὲν Ἰδομενέα, Μόλου δὲ Μηριόνην ὑπάρξαι. τούτους δὲ ναυσὶν ἐνενήκοντα στρατεῦσαι μετ᾽ Ἀγαμέμνονος εἰς Ἴλιον, καὶ διασωθέντας εἰς τὴν πατρίδα τελευτῆσαι καὶ ταφῆς ἐπιφανοῦς ἀξιωθῆναι καὶ τιμῶν ἀθανάτων. καὶ τὸν τάφον αὐτῶν ἐν τῇ Κνωσῷ δεικνύουσιν, ἐπιγραφὴν ἔχοντα τοιάνδε, Κνωσίου Ἰδομενῆος ὅρα τάφον. αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. τούτους μὲν οὖν ὡς ἥρωας ἐπιφανεῖς τιμῶσιν οἱ Κρῆτες διαφερόντως, θύοντες καὶ κατὰ τοὺς ἐν τοῖς πολέμοις κινδύνους ἐπικαλούμενοι βοηθούς. (Διόδωρος Σ. 5.79.4.1-13)