Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (11.299-11.367)


Ἔνθα τίνα πρῶτον, τίνα δ᾽ ὕστατον ἐξενάριξεν
300 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην,
καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ᾽ Ἀγέλαον,
Αἴσυμνόν τ᾽ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
τοὺς ἄρ᾽ ὅ γ᾽ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
305 πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
ἀργεστᾶο Νότοιο, βαθείῃ λαίλαπι τύπτων·
πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ᾽ ἄχνη
σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
ὣς ἄρα πυκνὰ καρήαθ᾽ ὑφ᾽ Ἕκτορι δάμνατο λαῶν.
310Ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ᾽ Ὀδυσσεύς·
«Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
ἀλλ᾽ ἄγε δεῦρο, πέπον, παρ᾽ ἔμ᾽ ἵσταο· δὴ γὰρ ἔλεγχος
315 ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
«ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.»
320Ἦ, καὶ Θυμβραῖον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε,
δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
τοὺς μὲν ἔπειτ᾽ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
τὼ δ᾽ ἀν᾽ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
325 ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
Ἔνθ᾽ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω,
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
330 ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε᾽ ἀπηύρα·
335 Ἱππόδαμον δ᾽ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
Ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
ἐξ Ἴδης καθορῶν· τοὶ δ᾽ ἀλλήλους ἐνάριζον.
ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
Παιονίδην ἥρωα κατ᾽ ἰσχίον· οὐ δέ οἱ ἵπποι
340 ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ᾽ ἔχεν, αὐτὰρ ὁ πεζὸς
θῦνε διὰ προμάχων, ἧος φίλον ὤλεσε θυμόν.
Ἕκτωρ δ᾽ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ᾽ ἐπ᾽ αὐτοὺς
κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
345 τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
αἶψα δ᾽ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
«νῶϊν δὴ τόδε πῆμα κυλίνδεται, ὄβριμος Ἕκτωρ·
ἀλλ᾽ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.»
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
350 καὶ βάλεν, οὐδ᾽ ἀφάμαρτε, τιτυσκόμενος κεφαλῆφιν,
ἄκρην κὰκ κόρυθα· πλάγχθη δ᾽ ἀπὸ χαλκόφι χαλκός,
οὐδ᾽ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
Ἕκτωρ δ᾽ ὦκ᾽ ἀπέλεθρον ἀνέδραμε, μίκτο δ᾽ ὁμίλῳ,
355 στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ᾽ ἐρωὴν
τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης,
τόφρ᾽ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
360 ἐξέλασ᾽ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
δουρὶ δ᾽ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
«ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον· ἦ τέ τοι ἄγχι
ἦλθε κακόν· νῦν αὖτέ σ᾽ ἐρύσατο Φοῖβος Ἀπόλλων,
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
365 ἦ θήν σ᾽ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.»


Αυτού ποιον πρώτον φόνευσε, ποιον ύστερον ο Έκτωρ,
300που τότε ο Ζευς εδόξαζε; Και τον Ασαίον πρώτον,
κατόπιν τους πολεμιστάς Αυτόνοον, Οπίτην,
Οφέλτιον, Ώρον, Αίσυμνον, Δόλοπα τον Κλυτίδην,
Αγέλαον και Ιππόνοον ακλόνητον στην μάχην.
Και αφού τούτους εφόνευσε τους αρχηγούς, εχύθη
305στο πλήθος· και ως ο Ζέφυρος με στρόβιλον και κτύπον
σκορπά τα νέφη όπ᾽ έφερεν ορμή σφοδρή του Νότου,
κυλούν τρανά τα κύματα πυκνά και αφρός πετιέται
ψηλά του ανέμου απ᾽ την ροπήν, που εδώ κι εκεί μανίζει·
ομοίως πέφταν κεφαλές πολλές απ᾽ την ροπήν του.
310Κακό τότε θα έβρισκε μεγάλο τους Αργείους
και θα ᾽φευγαν στα πλοία τους, εάν του Διομήδη
δεν φώναζεν ο Οδυσσεύς: «Τι επάθαμε, ω Τυδείδη,
και τόσον η πολεμική μάς έλειψεν ανδρεία;
Ω φίλε, στήσου εδώ σιμά· και όνειδος θα ᾽ναι μέγα
315αν πάρει τα καράβια μας ο λοφοσείστης Έκτωρ».
Και προς αυτόν απάντησεν ο δυνατός Τυδείδης:
«Εγώ θα μείνω ακλόνητος στην μάχην· αλλά ολίγο
καλό θα ιδούμεν, ότι ο Ζευς ο νεφελοσυνάκτης
στους Τρώας νίκην βούλεται και όχι σ᾽ εμάς να δώσει».
320Είπε και από την άμαξαν με λόγχην τον Θυμβραίον
στην γην εβρόντησε νεκρόν, και ο θείος Οδυσσέας
φονεύει τον Μολίονα λαμπρόν ηνίοχόν του.
Και αφού νεκρούς τους άφησαν, τρικύμισαν το πλήθος,
ωσάν δυο χοίροι ατρόμητοι που πέφτουν μανιωμένοι
325επάνω εις σκύλους κυνηγούς· όμοια και αυτοί στραφήκαν
και τον εχθρόν αφάνιζαν, και αναπνοήν εδώσαν
των Αχαιών που έφευγαν τον Έκτορα τον θείον.
Έπιασαν εις μιαν άμαξαν έξοχ᾽ αγόρια δύο
του Περκωσίου Μέροπος, που εξαίσιος ήταν μάντης,
330και αυτός ποσώς δεν άφηνε τα τέκνα του να υπάγουν
στον ανδροφθόρον πόλεμον· αλλά δεν υπακούσαν
ότι τους έφερναν αυτού μαύρες θανάτου μοίρες.
Εκείνους τότ᾽ εφόνευσεν ο δοξαστός Τυδείδης
κι επήρε τα λαμπρ᾽ άρματα· και από του Οδυσσέως
335την λόγχην ο Ιππόδαμος και ο Υπείροχος επέσαν.
Κι εζυγοστάτησεν ο Ζευς ίσην σ᾽ αυτούς την μάχην
και από την Ίδην έβλεπε· και οι φόνοι ακολουθούσαν.
Τον Παιονίδην ήρωα ελόγχισε ο Τυδείδης
στον γόφον, τον Αγάστροφον, που τόσο απομωράνθη
340ώστε τους ίππους δεν είχε σιμά του να προσφύγει·
μακράν τούς είχε ο ακόλουθος, και αυτός επρομαχούσε
πεζός, ωσότου έχασε την ποθητήν ζωήν του.
Άμα τους είδε, με κραυγήν επάνω τους εχύθη
ο Έκτωρ και κατόπι του οι φάλαγγες των Τρώων.
345Και άμα τον είδ᾽ επάγωσεν ο δυνατός Διομήδης,
και του Οδυσσέως έλεγε που ευρίσκετο σιμά του:
«Κακό μεγάλο ροβολά σ᾽ εμάς ο μέγας Έκτωρ.
Αλλ᾽ ας μείνομε ακλόνητοι μαζί ν᾽ αντισταθούμε».
Είπε και το μακρόσκιον τού ετίναξε κοντάρι,
350και ως ήθελε του επέτυχε την κεφαλήν στην άκρην
της κόρυθος· αλλ᾽ ο χαλκός απ᾽ τον χαλκόν εδιώχθη·
τ᾽ ωραίον δέρμα εφύλαξεν η περικεφαλαία
η κωνική με δίπλες τρεις, δώρον λαμπρόν του Φοίβου.
Πολύ μακράν εσύρθηκεν ο Έκτωρ μες στο πλήθος,
355γονατιστός εστάθηκε κι εστήριξε το χέρι
στην γην και σκότος σκέπασε βαθύ τους οφθαλμούς του.
Κι ώσπου ο Τυδείδης έτρεχε μακράν μες στους προμάχους
κατόπιν εις την λόγχην του στο μέρος όπου εμπήχθη
ο Έκτωρ εξανάσανε, στ᾽ αμάξι πάλι ανέβη
360και μες στο πλήθος ξέφυγε την μοίραν του θανάτου
και ορμώντας με την λόγχην του του φώναξε ο Τυδείδης:
«Και πάλιν, σκύλ᾽, εξέφυγες τον θάνατον· τον είδες
κοντά σου· πάλιν σ᾽ έσωσεν ο Φοίβος, και σ᾽ εκείνον
ευχήσου, οπόταν προχωρείς κει που κροτούν τ᾽ ακόντια.
365Θα σ᾽ απαντήσω κι ύστερα και θα σε τελειώσω
αν κάποιος είναι των θεών κι εμέ να βοηθήσει.
Δια τώρα πάλιν θα χυθώ στους άλλους, όποιον έβρω».