Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (9.502-9.549)


καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο,
χωλαί τε ῥυσαί τε παραβλῶπές τ᾽ ὀφθαλμώ,
αἵ ῥά τε καὶ μετόπισθ᾽ Ἄτης ἀλέγουσι κιοῦσαι.
505 ἡ δ᾽ Ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ᾽ αἶαν
βλάπτουσ᾽ ἀνθρώπους· αἱ δ᾽ ἐξακέονται ὀπίσσω.
ὃς μέν τ᾽ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
τὸν δὲ μέγ᾽ ὤνησαν καί τ᾽ ἔκλυον εὐχομένοιο·
510 ὃς δέ κ᾽ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,
λίσσονται δ᾽ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
τῷ Ἄτην ἅμ᾽ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτείσῃ.
ἀλλ᾽, Ἀχιλεῦ, πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
τιμήν, ἥ τ᾽ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
515 εἰ μὲν γὰρ μὴ δῶρα φέροι, τὰ δ᾽ ὄπισθ᾽ ὀνομάζοι
Ἀτρεΐδης, ἀλλ᾽ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
νῦν δ᾽ ἅμα τ᾽ αὐτίκα πολλὰ διδοῖ, τὰ δ᾽ ὄπισθεν ὑπέστη,
520 ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
μηδὲ πόδας· πρὶν δ᾽ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
525 ἡρώων, ὅτε κέν τιν᾽ ἐπιζάφελος χόλος ἵκοι·
δωρητοί τε πέλοντο παράρρητοί τ᾽ ἐπέεσσι.
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔ τι νέον γε,
ὡς ἦν· ἐν δ᾽ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
Κουρῆτές τε μάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
530 ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,
Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,
Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε,
χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
535 Οἰνεὺς ῥέξ᾽· ἄλλοι δὲ θεοὶ δαίνυνθ᾽ ἑκατόμβας,
οἴῃ δ᾽ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
ἢ λάθετ᾽ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.
ἡ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,
540 ὃς κακὰ πόλλ᾽ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·
πολλὰ δ᾽ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
τὸν δ᾽ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος,
πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
545 καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησ᾽ ἀλεγεινῆς.
ἡ δ᾽ ἀμφ᾽ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν,
ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.


Ότ᾽ οι Ικεσίες του Διός του υψίστου θυγατέρες,
είναι χωλές, αλλήθωρες, στην όψιν ζαρωμένες
και φροντισμένες σέρνονται οπίσω από την Άτην.
505Κι η Άτη στερεόποδη, γερή πολύ, προτρέχει
σ᾽ όλην την γην και τους θνητούς προφθάνει ν᾽ αδικήσει.
Και αυτές έρχονται πίσω της τ᾽ αδίκημα να σιάσουν.
Και όποιος μ᾽ ευλάβειαν δέχεται τες κόρες του Κρονίδη,
τον βοηθούν και ακρόασιν στες προσευχές του δίδουν·
510και αν τες αρνείται αμάλακτος, παρακαλούν τον Δία
να στείλει ευθύς κατόπι του την Άτην, δια να πάθει
όμοια και αυτός και ολόκληρον το κρίμα να πλερώσει.
Και συ στες κόρες του Διός να δώσεις, ω Αχιλλέα,
το σέβας που και άλλων καλών πραΰνει την καρδίαν.
515Ότι αν δώρα δεν έφερνεν και δεν εκήρυττ᾽ άλλα
ο Ατρείδης, αλλά πάντοτε βαστούσε την οργήν του,
τότε δεν θα σου έλεγα ν᾽ αφήσεις τον θυμόν σου,
να ᾽λθεις βοηθός των Αχαιών, όσην και αν είχαν χρείαν·
πλην τώρα δίδει σου πολλά και υπόσχετ᾽ άλλα οπίσω,
520και σου στειλ᾽ άνδρες ταπεινά σ᾽ εσένα να προσπέσουν
τους εκλεκτούς των Αχαιών και οπού ᾽ναι αγαπητοί σου.
Τους λόγους και τον δρόμον των συ μη καταφρονέσεις·
και ως τώρ᾽ αν εχολεύεσο κατάκρισιν δεν είχες.
Και των ηρώων παλαιών αυτά μας λέγ᾽ η φήμη,
525κι εάν βαρύς εκάθιζε θυμός εις την ψυχήν τους,
αμάλακτοι δεν έμεναν στον λόγον και στα δώρα.
Τούτο ενθυμούμαι το συμβάν εγώ καιρών αρχαίων
ως έγινε· θα σας το ειπώ, σεις όλοι αγαπητοί μου.
Με τους ανδρείους Αιτωλούς εμάχοντο οι Κουρήτες
530της Καλυδώνος έμπροσθεν κι εσφάζοντο με λύσσαν,
οι Αιτωλοί την πάντερπνην να σώσουν Καλυδώνα,
και να την πάρουν στην ορμήν της λόγχης οι Κουρήτες.
Ότ᾽ η χρυσόθρονη Άρτεμις πληγήν τους είχε στείλει,
ότι απαρχές του θερισμού δεν πρόσφερεν εκείνης
535ο Οινεύς· κι εχαίροντο οι θεοί την εκατόμβην όλοι,
αλλ᾽ όχ᾽ η κόρη του Διός· την είχε λησμονήσει
αυτός ή δεν το ᾽χε σκεφθεί· και ασέβησε μεγάλως·
θύμωσε η θεογέννητη παρθένα τοξοφόρα
και του ᾽στειλε δασόθρεπτον λευκόδοντ᾽ άγριον χοίρον,
540που στου Οινέως κάθισε το κάρπιμο χωράφι
και αφάνιζ᾽ όλα ρίχνοντας μεγάλα δένδρα κάτω
όλα βγαλμένα σύρριζα με τ᾽ άνθη των καρπών τους.
Ο Οινείδης ο Μελέαγρος τον φόνευσε με πλήθος
σκύλων και ανδρών που εσύναξε τριγύρω από τες χώρες·
545ολίγοι το θεόρατο θεριό δεν θα νικούσαν,
που άνδρες ανέβασε πολλούς εις την πυράν του τάφου·
κι επάνω του άναψε η θεά πολλήν βοήν και αγώνα,
των ανδρειωμένων Αιτωλών και των Κουρήτων μάχην
του χοίρου δια την κεφαλήν και το δασύ του δέρμα.