Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (1.245-1.303)


245Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ᾽ αὐτός·
Ἀτρεΐδης δ᾽ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής,
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
250 τῷ δ᾽ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
ἐφθίαθ᾽, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾽ ἐγένοντο
ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
«ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
255 ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ,
εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ᾽ ἐστὲ μάχεσθαι.
ἀλλὰ πίθεσθ᾽· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
260 ἤδη γάρ ποτ᾽ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ᾽ οἵ γ᾽ ἀθέριζον.
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
οἷον Πειρίθοόν τε Δρύαντά τε, ποιμένα λαῶν,
Καινέα τ᾽ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον,
265 Θησέα τ᾽ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο,
φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν.
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών,
270 τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·
καὶ μαχόμην κατ᾽ ἔμ᾽ αὐτὸν ἐγώ· κείνοισι δ᾽ ἂν οὔ τις
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
275 μήτε σὺ τόνδ᾽ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
ἀλλ᾽ ἔα, ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
μήτε σύ, Πηλείδη, ἔθελ᾽ ἐριζέμεναι βασιλῆϊ
ἀντιβίην, ἐπεὶ οὔ ποθ᾽ ὁμοίης ἔμμορε τιμῆς
σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
280 εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ,
ἀλλ᾽ ὅ γε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
λίσσομ᾽ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.»
285Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
«ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες·
ἀλλ᾽ ὅδ᾽ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ᾽ ἀνάσσειν,
πᾶσι δὲ σημαίνειν, ἅ τιν᾽ οὐ πείσεσθαι ὀΐω·
290 εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες,
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;»
Τὸν δ᾽ ἄρ᾽ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
«ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην,
εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴπῃς·
295 ἄλλοισιν δὴ ταῦτ᾽ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
σήμαιν᾽· οὐ γὰρ ἔγωγ᾽ ἔτι σοὶ πείσεσθαι ὀΐω.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μ᾽ ἀφέλεσθέ γε δόντες·
300 τῶν δ᾽ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ,
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
εἰ δ᾽ ἄγε μὴν πείρησαι, ἵνα γνώωσι καὶ οἷδε·
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.»


245Είπε και χάμω επέταξε το χρυσοκαρφωμένο
σκήπτρο και πάλι εκάθισε˙ και από το άλλο μέρος
του Ατρείδη έβραζε η χολή· τότ᾽ εσηκώθη ο Νέστωρ,
ο γλυκολόγος, λιγυρός ομιλητής της Πύλου
που ωσάν το μέλι η λαλιά του εκύλ᾽ από τα χείλη·
250δυο γενεές είχαν σβησθεί των πρόσκαιρων ανθρώπων,
στην Πύλον, συνομήλικοι και συνανάστροφοί του,
τώρα εις την τρίτην γενεάν βασίλευεν ο γέρος·
αυτός τότε καλόγνωμα σ᾽ εκείνους ομιλούσε:
«Ωιμέ! στην γην των Αχαιών μεγάλη θλίψις ήλθε
255πόσην θα είχε ο Πρίαμος χαρά και τα παιδιά του
και πόσον όλος ο λαός θα ευφραίνονταν της Τροίας,
που μάχεσθε αν εμάθαιναν οι δύο σεις που είσθε
οι κορυφές των Δαναών στην γνώση και στα όπλα.
Και ακούσετέ με, ότ᾽ είσθε σεις κι οι δυο νεότεροί μου,
260ότι με άνδρες έσμιξα πολύ καλύτερούς σας,
σ᾽ άλλους καιρούς και αυτοί ποσώς δεν μ᾽ εκαταφρονούσαν.
Άνδρες δεν είδα ή θα ιδώ ποτέ μου ωσάν εκείνους,
Πειρίθοον και Δρύαντα, καλόν λαών ποιμένα,
Καινέα και Εξάδιον, Πολύφημον τον θείον
265και ακόμα τον ισόθεον Θησέα τον Αιγείδην,
ωσάν αυτούς ανίκητοι θνητοί δεν γεννηθήκαν,
σφόδρ᾽ ανδρειωμένοι εμάχονταν με σφόδρ᾽ ανδρειωμένους,
μ᾽ άγρια θεριά βουνίσια, και, ω θαύμα, τ᾽ αφανίσαν·
και εγώ με κείνους έσμιγα φερμένος απ᾽ την Πύλον
270μέσ᾽ από μέρη μακρινά, και αυτοί με προσκαλέσαν
κι έκαμνα εγώ το μέρος μου στες μάχες, πλην κανένας
απ᾽ όσους τώρα τρέφ᾽ η γη μ᾽ αυτούς δεν θα μετριόνταν·
και όμως εκείνοι πρόθυμοι στες συμβουλές μου εκλίναν·
αλλά και σεις ακούτε με για το καλύτερό σας·
275μήτε συ, μεγαλόψυχε, την κόρην του αφαιρέσεις
που του εδωρήσαν οι Αχαιοί, και μήτε συ, Πηλείδη,
θελήσεις ν᾽ αντιμάχεσαι στον μέγαν βασιλέα,
διότι κάτι ανώτερα τιμάται ο σκηπτροφόρος
εκείνος οπού ευδόκησε να τον δοξάσει ο Δίας·
280δυνατός είσαι και θεά σ᾽ εγέννησε μητέρα,
αλλ᾽ είναι αυτός ανώτερος για τους πολλούς που ορίζει·
και συ να σβήσεις τον θυμόν, Ατρείδη, σ᾽ εξορκίζω·
μη του Πηλείδη οργίζεσαι, που ασάλευτ᾽ είναι σ᾽ όλους
τους Αχαιούς προφυλακή του φθαρτικού πολέμου».
285Και προς αυτόν απάντησεν ο μέγας Αγαμέμνων:
«Όλα τα είπες, γέροντα, καλά και μετρημένα·
αλλ᾽ αυτός θέλει ανώτερος να είναι και όλων πρώτος
να ᾽χει όλους αποκάτω του, να βασιλεύει σ᾽ όλους,
όλους να ορίζει αυτό κανείς δεν θα δεχθεί, πιστεύω·
290κι εάν οι αθάνατοι θεοί πολεμιστήν τον κάμαν
με τούτο και τον έβαλαν ονειδισμούς να λέγει;
Εκεί τον λόγον του ᾽κοψεν ο ισόθεος Πηλείδης:
«Αληθινά δειλόψυχον θα μ᾽ έλεγαν και αχρείον,
αν σ᾽ ό,τ᾽ ειπείς θα έστεργα την κεφαλήν να κλίνω·
295αυτά στους άλλους πρόσταζε, και διαταγές εμένα
μη δίδεις, ότι στο εξής ποτέ δεν θα σ᾽ ακούσω·
κι έν᾽ άλλο ακόμα θα σου ειπώ, και ας το φυλάξει ο νους σου·
με σε ή μ᾽ άλλους πόλεμον να στήσω για την κόρην
δεν θέλω, σεις την δώσατε, σεις μου την αφαιρείτε·
300αλλ᾽ από τ᾽ άλλα όσα ᾽χω εγώ σιμά στο μαύρο πλοίον
τίποτε δεν θα δυνηθείς να πάρεις άβουλά μου.
Και αν αγαπάς, δοκίμασε, για να ιδούν και τούτοι·
ευθύς το μαύρο αίμα σου στην λόγχην μου θα τρέξει».