Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (13.601-13.672)


Πείσανδρος δ᾽ ἰθὺς Μενελάου κυδαλίμοιο
ἤϊε· τὸν δ᾽ ἄγε μοῖρα κακὴ θανάτοιο τέλοσδε,
σοί, Μενέλαε, δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
605 Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ᾽ ἔγχος,
Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
οὔτασεν, οὐδὲ διαπρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ᾽ ἐνὶ καυλῷ
ἔγχος· ὁ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
610 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
ἆλτ᾽ ἐπὶ Πεισάνδρῳ· ὁ δ᾽ ὑπ᾽ ἀσπίδος εἵλετο καλὴν
ἀξίνην εὔχαλκον, ἐλαΐνῳ ἀμφὶ πελέκκῳ,
μακρῷ ἐϋξέστῳ· ἅμα δ᾽ ἀλλήλων ἐφίκοντο.
ἤτοι ὁ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
615 ἄκρον ὑπὸ λόφον αὐτόν, ὁ δὲ προσιόντα μέτωπον
ῥινὸς ὕπερ πυμάτης· λάκε δ᾽ ὀστέα, τὼ δέ οἱ ὄσσε
πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
ἰδνώθη δὲ πεσών· ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων
τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
620 «λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων,
Τρῶες ὑπερφίαλοι, δεινῆς ἀκόρητοι ἀϋτῆς,
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς,
ἣν ἐμὲ λωβήσασθε, κακαὶ κύνες, οὐδέ τι θυμῷ
Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
625 ξεινίου, ὅς τέ ποτ᾽ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
μὰψ οἴχεσθ᾽ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ᾽ αὐτῇ·
νῦν αὖτ᾽ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ᾽ ἥρωας Ἀχαιούς.
630 ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
Ζεῦ πάτερ, ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων,
ἀνδρῶν ἠδὲ θεῶν· σέο δ᾽ ἐκ τάδε πάντα πέλονται·
οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι,
Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
635 φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
πάντων μὲν κόρος ἐστί, καὶ ὕπνου καὶ φιλότητος
μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.»
640Ὣς εἰπὼν τὰ μὲν ἔντε᾽ ἀπὸ χροὸς αἱματόεντα
συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
αὐτὸς δ᾽ αὖτ᾽ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη.
Ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος,
Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
645 ἐς Τροίην, οὐδ᾽ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
ὅς ῥα τότ᾽ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
ἐγγύθεν, οὐδὲ διαπρὸ δυνήσατο χαλκὸν ἐλάσσαι,
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων,
πάντοσε παπταίνων, μή τις χρόα χαλκῷ ἐπαύρῃ.
650 Μηριόνης δ᾽ ἀπιόντος ἵει χαλκήρε᾽ ὀϊστόν,
καί ῥ᾽ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
ἀντικρὺ κατὰ κύστιν ὑπ᾽ ὀστέον ἐξεπέρησεν.
ἑζόμενος δὲ κατ᾽ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
655 κεῖτο ταθείς· ἐκ δ᾽ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
ἐς δίφρον δ᾽ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
ποινὴ δ᾽ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
660Τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε᾽ ὀϊστόν.
ἦν δέ τις Εὐχήνωρ, Πολυΐδου μάντιος υἱός,
ἀφνειός τ᾽ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων,
665 ὅς ῥ᾽ εὖ εἰδὼς κῆρ᾽ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
νούσῳ ὑπ᾽ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
ἢ μετ᾽ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
τῶ ῥ᾽ ἅμα τ᾽ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
670 νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
ᾤχετ᾽ ἀπὸ μελέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλεν.


Κι ίσια προς τον Μενέλαον ο Πείσανδρος εχύθη·
μοίρα τον έφερνε κακή στο τέλος του θανάτου
να πέσει από το χέρι σου, Μενέλαε, στον αγώνα.
Και οπόταν επροχώρησαν κι ευρέθησαν αντίκρυ,
605του Ατρείδ᾽ η λόγχη έγυρε αλλού κι εκείνον δεν επήρε
και την πλατιάν ο Πείσανδρος ασπίδα του Ατρείδη
κτύπησε, αλλά δεν μπόρεσε να έβγει πέρα η λόγχη·
η ασπίδα την σταμάτησε και το κοντάρι εκόπη.
Και αυτός εχάρη μέσα του και νίκην εφαντάσθη.
610Με το ασημόκομπο σπαθί πέφτει σ᾽ αυτόν ο Ατρείδης·
και κάτω απ᾽ την ασπίδα του καλόχαλκην αξίνα
μέσα εις στελιάρι ελάινο μακρύ και στιλβωμένο
φούκτωσε ο Πείσανδρος και ομού να κτυπηθούν ορμούσαν.
Στης κόρυθος της φουντωτής τον κώνον δίδει κτύπον
615ο Πείσανδρος, κι επάνωθεν της μύτης ο Ατρείδης
στο μέτωπο· κι εκρότησαν τα κόκαλα κι επέσαν
στα πόδια εμπρός τα μάτια του στο χώμα αιματωμένα.
Και ως έπεσ᾽ έγινε κυρτός· τον πάτησε στο στήθος
κείνος, του επήρε τ᾽ άρματα κι επάνω του εκαυχήθη:
620«Να, πώς θ᾽ αφήστε γρήγορα των Δαναών τα πλοία,
ω Τρώες ανομότατοι, για φόνους διψασμένοι.
Άλλες δεν φθάνουν εντροπές, το αδίκημα εις εμένα
εκάμετε, κακόσκυλα, χωρίς του αστραποφόρου
Διός ξενίου τον θυμόν ποσώς να στοχασθείτε,
625που αυτός τους πύργους γρήγορα της πόλης σας θα ρίξει.
Την νυμφευτήν γυναίκα μου, που σας φιλοξενούσε,
επήρετε κι εφύγετε, και τόσους θησαυρούς μου.
Και τώρα πάλι μαίνεσθε τα ποντοπόρα πλοία
να κάψετε και τες ζωές να κόψτε των ηρώων.
630Αλλά θα πέσ᾽ η μάνητα του Άρη που σας καίει.
Δία πατέρα, ενώ θεών και ανθρώπων εις την γνώσιν
σε λέγουν πρώτον, από σε τούτα συμβαίνουν όλα·
ιδού, πώς φίλος γίνεσαι προς προπετείς ανθρώπους
τους Τρώας, που ανομότατην την γνώμην πάντοτ᾽ έχουν
635και του πολέμου δεν μπορούν την λύσσαν να κορέσουν.
Κόρον εις όλα ευρίσκομεν, στον ύπνον, στην αγάπην,
εις τον εξαίσιον χορόν και εις το τερπνό τραγούδι,
και σ᾽ όλα εκείνα ευφραίνεται πλιότερα ή στες μάχες
καθείς· αλλ᾽ είναι αχόρταγοι στον πόλεμον οι Τρώες».
640Είπε, του επήρε τ᾽ άρματα τα αιματοβαμμένα
τα ᾽δωκε των συντρόφων του κι εβγήκε στους προμάχους
ο ασύγκριτος Μενέλαος· κει πάνω του επετάχθη
του Πυλαιμένη βασιλιά το τέκνον, ο Αρπαλίων·
στο πλάγι του γλυκού πατρός είχ᾽ έλθει στην Τρωάδα
645να πολεμήσει, ούδ᾽ έγυρεν εις την πατρίδα πλέον·
μες στην ασπίδα ελόγχισεν εκείνος του Ατρείδη
εγγύθε, αλλά δεν μπόρεσε να έβγει πέρα η λόγχη,
και στους συντρόφους σύρθηκε να σώσει την ζωήν του
παντού κοιτώντας μη κανείς το σώμα του λαβώσει.
650Και ως φεύγει, βέλος χάλκινο του ρίχνει ο Μηριόνης·
τον ᾽πιτυχαίνει στο δεξιό μερί και αντίκρ᾽ η λόγχη
στην φούσκαν βγαίνει, αφού περνά στο κόκαλο αποκάτω.
Κάτω καθίζει, στων γλυκών συντρόφων τες αγκάλες
ψυχομαχώντας και στην γην ξαπλώθη τεντωμένος
655ωσάν σκουλήκι κι έπινεν η γη το μαύρον αίμα.
Οι Παφλαγόνες μαχηταί τον επεριποιούντο
στ᾽ αμάξι τον ανέβασαν και στην αγίαν Ίλιον
τον φέραν κι έκλαιε μ᾽ αυτούς κατόπιν ο πατέρας
αλλά δεν είχε ξαγοράν ο υιός του πεθαμένος.
660Ο Πάρις σφόδρα εθύμωσε δι᾽ αυτόν τον σκοτωμένον·
ξένον τον είχε ανάμεσα των Παφλαγόνων φίλον·
με αυτόν τον πόνον έριξε το χαλκοφόρο ακόντι.
Ευχήνωρ ήταν κάποιος, υιός του Πολυΐδου
του μάντη, πλούσιος κι ευγενής, εγκάτοικος Κορίνθου·
665γνώστης της μοίρας του κακής είχε ανεβεί στο πλοίον.
Ότι ο Πολύιδος συχνά του είπε ο γηραλέος
οπού στο σπίτι από κακήν αρρώστιαν θα πεθάνει,
ή στ᾽ άρμενα των Αχαιών θα πέσει από τους Τρώας·
όθεν το βαρύ πρόστιμον των Αχαιών να λάβει
670απόφευγε και απ᾽ την σκληρήν αρρώστιαν να υποφέρει.
Κάτω απ᾽ τ᾽ αυτί τον κτύπησε και απ᾽ το σιαγόνι ο Πάρις·
τα μέλη του άφησε η ψυχή κι επήρε τον μαυρίλα.