Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (11.655-11.736)


655Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
«τίπτε τ᾽ ἄρ᾽ ὧδ᾽ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἱ γὰρ ἄριστοι
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
660 βέβληται μὲν ὁ Τυδεΐδης κρατερὸς Διομήδης,
οὔτασται δ᾽ Ὀδυσεὺς δουρικλυτὸς ἠδ᾽ Ἀγαμέμνων·
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
τοῦτον δ᾽ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
665 ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ᾽ ἐλεαίρει.
ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
αὐτοί τε κτεινώμεθ᾽ ἐπισχερώ; — οὐ γὰρ ἐμὴ ἲς
ἔσθ᾽ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
670 εἴθ᾽ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη,
ὡς ὁπότ᾽ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
ἀμφὶ βοηλασίῃ, ὅτ᾽ ἐγὼ κτάνον Ἰτυμονῆα,
ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
ῥύσι᾽ ἐλαυνόμενος· ὁ δ᾽ ἀμύνων ᾗσι βόεσσιν
675 ἔβλητ᾽ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
κὰδ δ᾽ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
ληΐδα δ᾽ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλήν,
πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια, τόσ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν,
680 ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα,
πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμόνδε κιόντι.
685 κήρυκες δὲ λίγαινον ἅμ᾽ ἠοῖ φαινομένηφι
τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ᾽ ἐν Ἤλιδι δίῃ·
οἱ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
690 ἐλθὼν γάρ ῥ᾽ ἐκάκωσε βίη Ἡρακληείη
τῶν προτέρων ἐτέων, κατὰ δ᾽ ἔκταθεν ὅσσοι ἄριστοι·
δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
τῶν οἶος λιπόμην, οἱ δ᾽ ἄλλοι πάντες ὄλοντο.
ταῦθ᾽ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες,
695 ἡμέας ὑβρίζοντες, ἀτάσθαλα μηχανόωντο.
ἐκ δ᾽ ὁ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ᾽ οἰῶν
εἵλετο, κρινάμενος τριηκόσι᾽ ἠδὲ νομῆας.
καὶ γὰρ τῷ χρεῖος μέγ᾽ ὀφείλετ᾽ ἐν Ἤλιδι δίῃ,
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν,
700 ἐλθόντες μετ᾽ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
θεύσεσθαι· τοὺς δ᾽ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
κάσχεθε, τὸν δ᾽ ἐλατῆρ᾽ ἀφίει ἀκαχήμενον ἵππων.
τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
ἐξέλετ᾽ ἄσπετα πολλά· τὰ δ᾽ ἄλλ᾽ ἐς δῆμον ἔδωκε
705 δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
ἕρδομεν ἱρὰ θεοῖς· οἱ δὲ τρίτῳ ἤματι πάντες
ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
710 παῖδ᾽ ἔτ᾽ ἐόντ᾽, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
τηλοῦ ἐπ᾽ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
ἀλλ᾽ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ᾽ Ἀθήνη
715 ἄγγελος ἦλθε θέουσ᾽ ἀπ᾽ Ὀλύμπου θωρήσσεσθαι
ἔννυχος, οὐδ᾽ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν,
ἀλλὰ μάλ᾽ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
οὐ γάρ πώ τί μ᾽ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
720 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
ἱππῆες Πυλίων, τὰ δ᾽ ἐπέρρεον ἔθνεα πεζῶν.
725 ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
ἔνδιοι ἱκόμεσθ᾽ ἱερὸν ῥόον Ἀλφειοῖο.
ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
ταῦρον δ᾽ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
730 δόρπον ἔπειθ᾽ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
ἀμφίσταντο δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
735 εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
συμφερόμεσθα μάχῃ, Διί τ᾽ εὐχόμενοι καὶ Ἀθήνῃ.


655Και ο Νέστωρ τότε απάντησε: «Πώς γίνεται ο Πηλείδης
δια τους υιούς των Αχαιών, όσ᾽ είναι λαβωμένοι,
να οδύρεται; Και αυτός ποσώς την λύπην δεν γνωρίζει,
που κυριεύει τον στρατόν, αφ᾽ ότου εις τα καράβια
κείτονται από λαβωματιές οι πρώτοι πολεμάρχοι,
660Κει λαβωμένοι ευρίσκονται και ο δυνατός Τυδείδης,
ο Οδυσσεύς και ο δοξαστός στην λόγχην Αγαμέμνων·
λαβώθη και ο Ευρύπυλος εις το μερί με βέλος·
και από την μάχην έφερα και τούτον πληγωμένον
με βέλος, όμως ο Αχιλλεύς αν και γενναίος είναι
665δια μας καθόλου δεν πονεί και δεν μας ελεείται.
Ή μένει ώσπου τα πλοία μας επάνω στ᾽ ακρογιάλι
με όλον τον αγώνα μας το πυρ να καταλύσει,
και να σφαγούμεν όλοι εκεί; Και αχ! διατί δεν έχουν
την παλαιάν τους δύναμιν τα λυγερά μου μέλη;
670Ας είχα την νεότητα και ακέριαν την ανδρείαν
καθώς όταν στον πόλεμον εξ αφορμής των μόσχων
με τους Ηλείους φόνευσα τον άνδρα Ιτυμονήα,
εγκάτοικον της Ήλιδος, λαμπρόν Υπειροχίδην,
ζητώντας ανταπόδοσιν. Τον κτύπησα μ᾽ ακόντι
675εκεί που αυτός τα βόδια του να σώσει επρομαχούσε,
και ως έπεσ᾽ εφοβήθηκαν οι αγρότες, εσκορπίσαν.
Λάφυρα τότ᾽ επήραμεν απ᾽ το πεδίον πλήθος,
βοδιών κοπές πεντήκοντα, τόσες κοπές προβάτων
και τόσες χοίρων και γιδιών τόσα πλατιά κοπάδια,
680και τρεις φορές πεντήκοντα ξανθότριχες φοράδες,
κι είχαν οι περισσότερες νεογέννητα πουλάρια.
Νύκτα μ᾽ εκείνα εφθάσαμε στην Πύλον του Νηλέως·
και ο γέρος αναγάλλιασεν, ότι ως εβγήκα νέος
στον πόλεμον μου έτυχε τόσα πολλά να πάρω.
685Και οι κήρυκες το χάραμα φωνάξαν να ᾽λθουν όλοι
σ᾽ όσους χρεωστείτο απόδοσις μέσα στην θείαν Ήλιν.
Συνάχθηκαν κι εμοίραζαν οι γέροντες της Πύλου,
ότ᾽ εις πολλούς απόδοσιν οι Επειοί χρεωστούσαν
μ᾽ όλον που ολίγοι εμέναμεν εμείς και αφανισμένοι,
690ότι μας ταλαιπώρησεν εις τους αρχαίους χρόνους
ο Ηρακλής κι εσφάγησαν όλ᾽ οι καλοί της Πύλου.
Ότι απ᾽΄ τα δώδεκα παιδιά τα εξαίσια του Νηλέως,
εγώ μόνος τού έμεινα και τ᾽ άλλα τού απέθαναν.
Δια τούτο αυθαδιάζοντας πολύ μας αδικούσαν
695των αποτόλμων Επειών τα χαλκοφόρα πλήθη.
Και απ᾽ όλα μιαν κοπήν βοδιών και πρόβατα τριακόσια
με τους βοσκούς των έλαβε μερίδα του ο Νηλέας,
ως είχε απόδοσιν τρανήν να λάβει απ᾽ τους Ηλείους
τέσσαρες ίππους μ᾽ όλα τους τ᾽ αμάξια νικηφόρους,
700που έμελλαν δια τρίποδα να κάμουν τον αγώνα·
στην Ήλιδα τους κράτησεν ο βασιλεύς Αυγείας
και πονεμένον έδιωξε σκληρά τον ιππηλάτην.
Και ο γέρος δια την ύβριν του και τ᾽ άνομά του έργα
λάφυρα επήρε αμέτρητα· και τ᾽ άλλα εις τον λαόν του
705έδωκε να τα μοιρασθούν ισόμετρα καθένας.
Τούτα ενώ κάμναμεν εμείς και των θεών θυσίες
στην πόλιν επροσφέρναμεν, τρεις πέρασαν ημέρες
κι ήλθαν εκείνοι αμέτρητοι με άρματα, με ίππους,
ο λαός όλος, κι οι αδελφοί Μολίονες μ᾽ εκείνους,
710αγόρι᾽ ακόμη αμάθητα πολεμικής ανδρείας.
Πόλις Θρυούσσα ευρίσκεται κτισμέν᾽ εις άκρην λόφου
μακράν, αυτού στον Αλφειόν, απ᾽ την αμμώδη Πύλον.
Αυτήν εκύκλωσε ο στρατός με λύσσαν να την πάρουν.
Στην πεδιάδα είχαν χυθεί κι ήλθε η Αθηνά την νύκτα
715μηνύτρ᾽ από τον Όλυμπον, να ειπεί ν᾽ αρματωθούμε,
και τον λαόν, που ολόγυρα τον πόλεμον ζητούσε
συνάθροισ᾽ εύκολα η θεά κι εμέ να πολεμήσω
δεν μ᾽ άφηνεν ο γέροντας και μου ᾽κρυψε τους ίππους·
ότ᾽ ήμουν, έλεγε, άπραγος στα έργα του πολέμου.
720Και όμως ανδραγάθησα πεζός μες στους ιππέας,
ως εκυβέρνησ᾽ η Αθηνά της μάχης τον αγώνα.
Στον ποταμόν Μινύειον, που βρέχει την Αρήνην
και χύνεται στην θάλασσαν, όσο να φέξ᾽ η ημέρα
της Πύλου ιππείς και των πεζών συνέρρεαν τα πλήθη.
725Κείθε ο στρατός μας όρμησε με όλα τ᾽ άρματά του
και στ᾽ άγιο ρεύμα του Αλφειού το μεσημέρι ευρέθη.
Θυσίαν τότ᾽ εκάμαμεν στον ύψιστον Κρονίδην,
ταύρον κατόπιν του Αλφειού, ταύρον του Ποσειδώνος,
και της γλαυκόματης θεάς ωραίαν αγελάδα,
730και αφού στην τάξιν του κανείς εδείπνησε, στες όχθες
του ποταμού πλαγιάσαμε με τ᾽ άρματά μας όλοι.
Και οι μεγαλόψυχοι Επειοί την πόλιν περιζώναν,
να την χαλάσουν πρόθυμοι· αλλά πριν να προφθάσουν,
φρικτή σ᾽ αυτούς εξέσπασε πολέμου ανεμοζάλη·
735ο ήλιος μεσουράνιζε και οι δυο στρατοί κινούντο
ευχόμενοι στην Αθηνά και στον πατέρα Δία.