ΣΩΚΡΑΤΗΣ. Καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις. ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ [539e] ὁποῖα τοῦ ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψῳδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψῳδικῆς, ἃ τῷ ῥαψῳδῷ προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους. ΙΩΝ. Ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα. ΣΩΚΡΑΤΗΣ. Οὐ σύ γε φῄς, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ; καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψῳδὸν ἄνδρα. [540a] ΙΩΝ. Τί δὲ δὴ ἐπιλανθάνομαι; ΣΩΚΡΑΤΗΣ. Οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψῳδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς; ΙΩΝ. Μέμνημαι. ΣΩΚΡΑΤΗΣ. Οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις; ΙΩΝ. Ναί. ΣΩΚΡΑΤΗΣ. Οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός. ΙΩΝ. Πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες. [540b] ΣΩΚΡΑΤΗΣ. Τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα; ΙΩΝ. Ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι. ΣΩΚΡΑΤΗΣ. Ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης; ΙΩΝ. Οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε. [540c] ΣΩΚΡΑΤΗΣ. Ἀλλ᾽ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός; ΙΩΝ. Οὐδὲ τοῦτο. ΣΩΚΡΑΤΗΣ. Ἀλλ᾽ οἷα δούλῳ πρέπει, λέγεις; ΙΩΝ. Ναί. ΣΩΚΡΑΤΗΣ. Οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλ᾽ οὐχ ὁ βουκόλος; ΙΩΝ. Οὐ δῆτα. ΣΩΚΡΑΤΗΣ. Ἀλλ᾽ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων [540d] ἐργασίας; ΙΩΝ. Οὔ. ΣΩΚΡΑΤΗΣ. Ἀλλ᾽ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι; ΙΩΝ. Ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός. ΣΩΚΡΑΤΗΣ. Τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν; ΙΩΝ. Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν. ΣΩΚΡΑΤΗΣ. Ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους [540e] εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλ᾽ εἴ σ᾽ ἐγὼ ἠρόμην· «Ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής;» τί ἄν μοι ἀπεκρίνω; ΙΩΝ. Ἧι ἱππεύς, ἔγωγ᾽ ἄν. ΣΩΚΡΑΤΗΣ. Οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλ᾽ οὐχ ᾗ ἱππεύς. ΙΩΝ. Ναί. ΣΩΚΡΑΤΗΣ. Ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός; ΙΩΝ. Οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.
|